§7.237.1ἀμείβεται Ξέρξης τοῖσιδε.
クセルクセスは次のように答えた。
Ἀχαίμενες, εὖ τε μοι δοκέεις λέγειν καὶ ποιήσω ταῦτα.
「アカイメネスよ、お前は私に良きことを語っているように思われるし、私はそのようにしよう。
Δημάρητος δὲ λέγει μὲν τὰ ἄριστα ἔλπεται εἶναι ἐμοί, γνώμῃ μέντοι ἑσσοῦται ὑπὸ σεῦ.
デマラトスは私にとって最善であると彼自身が信じることを語ってはいるが、しかし見識においては、お前に劣っている。
§7.237.2οὐ γὰρ δὴ κεῖνό γε ἐνδέξομαι ὅκως οὐκ εὐνοέει τοῖσι ἐμοῖσι πρήγμασι, τοῖσί τε λεγομένοισι πρότερον ἐκ τούτου σταθμώμενος καὶ τῷ ἐόντι, ὅτι πολιήτης μὲν πολιήτῃ εὖ πρήσσοντι φθονέει καὶ ἔστι δυσμενὴς τῇ σιγῇ, οὐδʼ ἂν συμβουλευομένου τοῦ ἀστοῦ πολιήτης ἀνὴρ τὰ ἄριστά οἱ δοκέοντα εἶναι ὑποθέοιτο, εἰ μὴ πρόσω ἀρετῆς ἀνήκοι· σπάνιοι δὲ εἰσὶ οἱ τοιοῦτοι·
というのも、彼が私の事柄に好意を抱いていないなどということを、私は決して受け入れないからだ。 それは、彼が以前に語った言葉から、また、市民というものは成功している市民を妬み、沈黙のうちに敵意を抱くものであり、また同胞の市民から相談を持ちかけられても、よほど徳の極みに達している者でなければ、自分にとって最善と思われることを助言することはないという(そのような人々は稀であるが)真実から判断してのことだ。
§7.237.3ξεῖνος δὲ ξείνῳ εὖ πρήσσοντι ἐστὶ εὐμενέστατον πάντων, συμβουλευομένου τε ἂν συμβουλεύσειε τὰ ἄριστα.
これに対して、異邦の友は、成功している異邦の友にとって何よりも好意的なものであり、相談を持ちかけられれば最善の助言をするものである。
οὕτω ὦν κακολογίης τῆς ἐς Δημάρητον, ἐόντος ἐμοὶ ξείνου πέρι, ἔχεσθαι τινὰ τοῦ λοιποῦ κελεύω.
それゆえ、私にとって異邦の友であるデマラトスに対する悪口については、今後は誰もがこれを控えるよう私は命ずる。 」