§7.226.1Λακεδαιμονίων δὲ καὶ Θεσπιέων τοιούτων γενομένων ὅμως λέγεται ἀνὴρ ἄριστος γενέσθαι Σπαρτιήτης Διηνέκης·
尽管拉栖代梦人和帖斯庇亚人表现得如此勇敢,但据说最勇猛的男子还是斯巴达人迪埃内克斯。
τὸν τόδε φασὶ εἰπεῖν τὸ ἔπος πρὶν ἢ συμμῖξαι σφέας τοῖσι Μήδοισι, πυθόμενον πρός τευ τῶν Τρηχινίων ὡς ἐπεὰν οἱ βάρβαροι ἀπίωσι τὰ τοξεύματα, τὸν ἥλιον ὑπὸ τοῦ πλήθεος τῶν ὀιστῶν ἀποκρύπτουσι· τοσοῦτο πλῆθος αὐτῶν εἶναι.
据说,在他们与米底人交战之前,他从一个特拉奇斯人那里听说,当蛮族人射出箭矢时,箭矢的数量之多竟能遮天蔽日,足见其数量之巨,他便说了这样一句话。
§7.226.2τὸν δὲ οὐκ ἐκπλαγέντα τούτοισι εἰπεῖν ἐν ἀλογίῃ ποιεύμενον τὸ Μήδων πλῆθος, ὡς πάντα σφι ἀγαθὰ ὁ Τρηχίνιος ξεῖνος ἀγγέλλοι, εἰ ἀποκρυπτόντων τῶν Μήδων τὸν ἥλιον ὑπὸ σκιῇ ἔσοιτο πρὸς αὐτοὺς ἡ μάχη καὶ οὐκ ἐν ἡλίῳ.
他听到这些话后并未惊慌失措,而是对米底人的数量不屑一顾,说道,这位特拉奇斯友人给他们带来的是十足的好消息,因为如果米底人遮住了太阳,那么他们与米底人的战斗就将在阴凉处进行,而不是在烈日之下。