§7.221.1μαρτύριον δέ μοι καὶ τόδε οὐκ ἐλάχιστον τούτου πέρι γέγονε, ὅτι καὶ τὸν μάντιν ὃς εἵπετο τῇ στρατιῇ ταύτῃ, Μεγιστίην τὸν Ἀκαρνῆνα, λεγόμενον εἶναι τὰ ἀνέκαθεν ἀπὸ Μελάμποδος, τοῦτον εἴπαντα ἐκ τῶν ἱρῶν τὰ μέλλοντά σφι ἐκβαίνειν, φανερός ἐστι Λεωνίδης ἀποπέμπων, ἵνα μὴ συναπόληταί σφι.
关于这件事,对我来说一个不小的证据还在于:对于随这支军队同行的预言家,即据说祖先源自梅兰波斯的阿卡纳尼亚人梅吉斯提阿斯,在他通过祭品预言了即将发生在他们身上的命运之后,列奥尼达显然试图遣走他,以免他与他们一同毁灭。
ὁ δὲ ἀποπεμπόμενος αὐτὸς μὲν οὐκ ἀπέλιπε, τὸν δὲ παῖδα συστρατευόμενον, ἐόντα οἱ μουνογενέα, ἀπέπεμψε.
然而,被遣送的预言家自己并没有离去,却打发走了与他一同参军的、也是他唯一的儿子。