Humanitext Reader

希罗多德 · 历史 §7.22.1-7.22.3

阿索斯山运河的开凿准备与地峡地形

第 1085 段,共 1577 段 · 希腊语

内容简介

记述了在亚陀斯山开凿运河的准备工作、在布巴雷斯和阿尔塔海斯监督下开始的实际工程,以及该地峡的地形与城市。

§7.22.1καὶ τοῦτο μέν, ὡς προσπταισάντων τῶν πρώτων περιπλεόντων περὶ τὸν Ἄθων προετοιμάζετο ἐκ τριῶν ἐτέων κου μάλιστα τὰ ἐς τὸν Ἄθων.
一方面,由于先前环航亚陀斯山的人曾遭遇海难,因此关于亚陀斯山的准备工作在大约三年前就已开始。
ἐν γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ὅρμεον τριήρεες· ἐνθεῦτεν δὲ ὁρμώμενοι ὤρυσσον ὑπὸ μαστίγων παντοδαποὶ τῆς στρατιῆς, διάδοχοι δʼ ἐφοίτεον· ὤρυσσον δὲ καὶ οἱ περὶ τὸν Ἄθων κατοικημένοι.
因为在赫尔松尼苏斯的埃莱乌斯停泊着三桅战船;他们以此为基地,军队中各种各样的人在皮鞭下挖掘,轮流替换;居住在亚陀斯山周围的人也参与了挖掘。
§7.22.2Βουβάρης δὲ ὁ Μεγαβάζου καὶ Ἀρταχαίης ὁ Ἀρταίου ἄνδρες Πέρσαι ἐπέστασαν τοῦ ἔργου.
梅加巴佐斯之子布巴雷斯和阿尔泰乌斯之子阿尔塔海斯这两个波斯人负责这项工程。
ὁ γὰρ Ἄθως ἐστὶ ὄρος μέγα τε καὶ ὀνομαστόν, ἐς θάλασσαν κατῆκον, οἰκημένον ὑπὸ ἀνθρώπων.
因为亚陀斯是一座巨大且著名的山,延伸入海,并有人烟居住。
τῇ δὲ τελευτᾷ ἐς τὴν ἤπειρον τὸ ὄρος, χερσονησοειδές τε ἐστὶ καὶ ἰσθμὸς ὡς δυώδεκα σταδίων· πεδίον δὲ τοῦτο καὶ κολωνοὶ οὐ μεγάλοι ἐκ θαλάσσης τῆς Ἀκανθίων ἐπὶ θάλασσαν τὴν ἀντίον Τορώνης.
在山脉朝向大陆结束的地方,呈半岛状,有一处约十二斯塔迪翁宽的地峡;这里是平原和不高的小丘,从阿坎托斯人的海一直延伸到托罗内对面的海。
§7.22.3ἐν δὲ τῷ ἰσθμῷ τούτῳ, ἐς τὸν τελευτᾷ ὁ Ἄθως, Σάνη πόλις Ἑλλὰς οἴκηται, αἳ δὲ ἐκτὸς Σάνης, ἔσω δὲ τοῦ Ἄθω οἰκημέναι, τὰς τότε ὁ Πέρσης νησιώτιδας ἀντὶ ἠπειρωτίδων ὅρμητο ποιέειν· εἰσὶ δὲ αἵδε, Δῖον Ὀλόφυξος Ἀκρόθῳον Θύσσος Κλεωναί.
在这处亚陀斯山结束的地峡上,坐落着希腊城市萨内;而对于那些位于萨内之外、亚陀斯之内的城市,波斯人当时正企图将它们从大陆城市变成岛屿城市;它们是:迪翁、奥洛菲克索斯、阿克罗索翁、蒂索斯、克莱奥奈。

词汇与语法注释

  1. §7.22.1ὡς προσπταισάντων τῶν πρώτων — 连词 ὡς 与属格绝对结构(其主语为 τῶν πρώτων [περιπλεόντων])连用,表示主观或宣称的原因,说明了促使薛西斯进行这些准备工作的动机。
  2. §7.22.2τῇ δὲ τελευτᾷ — 关系代名词阴性单数与格 τῇ 被用作副词,意为“在……的地方”(即山脉向大陆延伸结束之处)。或者也可以理解为省略了像 ὁδῷ 或 χώρᾳ 这样的名词。
  3. §7.22.3τὰς τότε ὁ Πέρσης νησιώτιδας ἀντὶ ἠπειρωτίδων ὅρμητο ποιέειν — 动词 ὅρμητο(ὁρμάω 的 pluperfect middle-passive)与不定式 ποιέειν 连用,意为“急于做”或“企图使”。关系代词 τὰς(指代前文提到的城市)和 νησιώτιδας(岛屿的)与 ποιέειν 构成双宾格结构(“使A成为B”)。

引用这一段

希罗多德, 历史 §7.22.1-7.22.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.22.1-7.22.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。