§7.213.1ἀπορέοντος δὲ βασιλέος ὅ τι χρήσηται τῷ παρεόντι πρήγματι, Ἐπιάλτης ὁ Εὐρυδήμου ἀνὴρ Μηλιεὺς ἦλθέ οἱ ἐς λόγους·
当国王正为如何应对眼前的局势而一筹莫展时,欧律德摩斯之子、马里斯人埃菲阿尔特来与他交谈。
ὃς μέγα τι παρὰ βασιλέος δοκέων οἴσεσθαι ἔφρασέ τε τὴν ἀτραπὸν τὴν διὰ τοῦ ὄρεος φέρουσαν ἐς Θερμοπύλας, καὶ διέφθειρε τοὺς ταύτῃ ὑπομείναντας Ἑλλήνων.
他期望能从国王那里获得丰厚的回报,便指出了那条穿过大山通往温泉关的小道,从而毁灭了在那里坚守的希腊人。
§7.213.2ὕστερον δὲ δείσας Λακεδαιμονίους ἔφυγε ἐς Θεσσαλίην, καί οἱ φυγόντι ὑπὸ τῶν Πυλαγόρων τῶν Ἀμφικτυόνων ἐς τὴν Πυλαίην συλλεγομένων ἀργύριον ἐπεκηρύχθη.
后来,他因为惧怕拉刻代蒙人而逃往色萨利;在他流亡期间,聚集在皮莱的近邻同盟会议代表(皮拉戈里)宣布悬赏缉拿他。
χρόνῳ δὲ ὕστερον, κατῆλθε γὰρ ἐς Ἀντικύρην, ἀπέθανε ὑπὸ Ἀθηνάδεω ἀνδρὸς Τρηχινίου.
一段时间后,因为他回到了安提基拉,结果被一个特拉基斯人阿特纳德斯杀死了。
§7.213.3ὁ δὲ Ἀθηνάδης οὗτος ἀπέκτεινε μὲν Ἐπιάλτεα διʼ ἄλλην αἰτίην, τὴν ἐγὼ ἐν τοῖσι ὄπισθε λόγοισι σημανέω, ἐτιμήθη μέντοι ὑπὸ Λακεδαιμονίων οὐδὲν ἧσσον.
这个阿特纳德斯是因为别的缘故杀死了埃菲阿尔特,关于这缘故我将在后面的叙述中说明,但他依然同样受到了拉刻代蒙人的器重。