§7.212.1ἐν ταύτῃσι τῇσι προσόδοισι τῆς μάχης λέγεται βασιλέα θηεύμενον τρὶς ἀναδραμεῖν ἐκ τοῦ θρόνου δείσαντα περὶ τῇ στρατιῇ.
在这场战斗的交锋中,据说国王在观看时,因担心他的军队而三次从王座上跳了起来。
τότε μὲν οὕτω ἠγωνίσαντο, τῇ δʼ ὑστεραίῃ οἱ βάρβαροι οὐδὲν ἄμεινον ἀέθλεον.
那时他们便是这样交战的,而第二天蛮族的战斗也没有任何起色。
ἅτε γὰρ ὀλίγων ἐόντων, ἐλπίσαντες σφέας κατατετρωματίσθαι τε καὶ οὐκ οἵους τε ἔσεσθαι ἔτι χεῖρας ἀνταείρασθαι συνέβαλλον.
因为希腊人人数较少,波斯人期望着他们已经受伤,不再有能力举手反抗,于是便交战了。
§7.212.2οἱ δὲ Ἕλληνες κατὰ τάξις τε καὶ κατὰ ἔθνεα κεκοσμημένοι ἦσαν, καὶ ἐν μέρεϊ ἕκαστοι ἐμάχοντο, πλὴν Φωκέων· οὗτοι δὲ ἐς τὸ ὄρος ἐτάχθησαν φυλάξοντες τὴν ἀτραπόν.
而希腊人则按队列和部族排好了阵势,除福基斯人外,各部族轮流作战;福基斯人被部署在山上,以防守那条小道。
ὡς δὲ οὐδὲν εὕρισκον ἀλλοιότερον οἱ Πέρσαι ἢ τῇ προτεραίῃ ἐνώρων, ἀπήλαυνον.
当波斯人发现情况与前一天所见并无二致时,便撤退了。