§7.204.1τούτοισι ἦσαν μέν νυν καὶ ἄλλοι στρατηγοὶ κατὰ πόλιας ἑκάστων, ὁ δὲ θωμαζόμενος μάλιστα καὶ παντὸς τοῦ στρατεύματος ἡγεόμενος Λακεδαιμόνιος ἦν Λεωνίδης ὁ Ἀναξανδρίδεω τοῦ Λέοντος τοῦ Εὐρυκρατίδεω τοῦ Ἀναξάνδρου τοῦ Εὐρυκράτεος τοῦ Πολυδώρου τοῦ Ἀλκαμένεος τοῦ Τηλέκλου τοῦ Ἀρχέλεω τοῦ Ἡγησίλεω τοῦ Δορύσσου τοῦ Λεωβώτεω τοῦ Ἐχεστράτου τοῦ Ἤγιος τοῦ Εὐρυσθένεος τοῦ Ἀριστοδήμου τοῦ Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου τοῦ Ἡρακλέος, κτησάμενος τὴν βασιληίην ἐν Σπάρτῃ ἐξ ἀπροσδοκήτου.
对于这些军队,各城邦确实也各有其将领,但最受敬仰并担任全军统帅的是拉刻代蒙人列奥尼达斯。 他是阿那克桑德里德斯之子,莱翁之子,欧里克拉提德斯之子,阿那克桑德罗斯之子,欧里克拉特斯之子,波吕多罗斯之子,阿尔卡梅内斯之子,特莱克洛斯之子,阿尔克拉奥斯之子,赫格西劳斯之子,多吕索斯之子,莱奥博特斯之子,埃客斯特拉托斯之子,阿吉斯之子,欧律斯忒涅斯之子,阿里斯托德摩斯之子,阿里斯托马科斯之子,克莱奥代奥斯之子,许罗斯之子,赫拉克勒斯之子;他出乎意料地获得了斯巴达的王位。