§7.175.1οἱ δὲ Ἕλληνες ἐπείτε ἀπίκατο ἐς τὸν Ἰσθμόν, ἐβουλεύοντο πρὸς τὰ λεχθέντα ἐξ Ἀλεξάνδρου τῇ τε στήσονται τὸν πόλεμον καὶ ἐν οἵοισι χώροισι.
希腊人到达地峡后,考虑到亚历山大所传达的话,便商议应当在何处以及在怎样的土地上展开防线。
ἡ νικῶσα δὲ γνώμη ἐγίνετο τὴν ἐν Θερμοπύλῃσι ἐσβολὴν φυλάξαι· στεινοτέρη γὰρ ἐφαίνετο ἐοῦσα τῆς ἐς Θεσσαλίην καὶ ἅμα ἀγχοτέρη τῆς ἑωυτῶν·
占优势的意见是把守温泉关的通道;因为该通道似乎比进入帖萨利亚的通道更为狭窄,同时也更接近他们自己的领土。
§7.175.2τὴν δὲ ἀτραπόν, διʼ ἣν ἥλωσαν οἱ ἁλόντες Ἑλλήνων ἐν Θερμοπύλῃσι, οὐδὲ ᾔδεσαν ἐοῦσαν πρότερον ἤ περ ἀπικόμενοι ἐς Θερμοπύλας ἐπύθοντο Τρηχινίων.
至于那条导致在温泉关被攻陷的希腊人最终覆灭的小径,在此之前他们甚至根本不知道它的存在,直到他们到达温泉关后,才从特拉克斯人那里听说。
ταύτην ὦν ἐβουλεύσαντο φυλάσσοντες τὴν ἐσβολὴν μὴ παριέναι ἐς τὴν Ἑλλάδα τὸν βάρβαρον, τὸν δὲ ναυτικὸν στρατὸν πλέειν γῆς τῆς Ἱστιαιώτιδος ἐπὶ Ἀρτεμίσιον.
因此,他们决议把守这一通道,不让异族人侵入希腊,并让海军舰队驶往希斯提埃奥提斯领土内的阿提密希安。
ταῦτα γὰρ ἀγχοῦ τε ἀλλήλων ἐστὶ ὥστε πυνθάνεσθαι τὰ κατὰ ἑκατέρους ἐόντα, οἵ τε χῶροι οὕτω ἔχουσι.
因为这两处地方彼此临近,以致于能够互相了解各自的情况,且这些地方的地理形势也正是如此。