§7.161.1Γέλων μὲν δὴ ταῦτα προετείνετο, φθάσας δὲ ὁ Ἀθηναίων ἄγγελος τὸν Λακεδαιμονίων ἀμείβετό μιν τοῖσιδε. ὦ βασιλεῦ Συρηκοσίων, οὐκ ἡγεμόνος δεομένη ἡ Ἑλλὰς ἀπέπεμψε ἡμέας πρὸς σέ, ἀλλὰ στρατιῆς.
格隆提出了这些条件,而雅典人的使者抢在拉刻代蒙人之前,对他作出了如下回答: “叙拉古的国王啊,希腊派我们到你这里来,并非因为需要一位领袖,而是因为需要一支军队。
σὺ δὲ ὅκως μὲν στρατιὴν πέμψεις μὴ ἡγεύμενος τῆς Ἑλλάδος οὐ προφαίνεις, ὡς δὲ στρατηγήσεις αὐτῆς γλίχεαι.
然而,你不仅没有表明在不指挥希腊的情况下如何派遣军队,反而极力渴望获得对她的指挥权。
§7.161.2ὅσον μέν νυν παντὸς τοῦ Ἑλλήνων στρατοῦ ἐδέεο ἡγέεσθαι, ἐξήρκεε ἡμῖν τοῖσι Ἀθηναίοισι ἡσυχίην ἄγειν, ἐπισταμένοισι ὡς ὁ Λάκων ἱκανός τοι ἔμελλε ἔσεσθαι καὶ ὑπὲρ ἀμφοτέρων ἀπολογεύμενος·
此前,只要你要求指挥整个希腊军队,我们雅典人保持沉默也就足够了,因为我们知道拉刻代蒙人足以代表我们双方对你作出答复。
ἐπείτε δὲ ἁπάσης ἀπελαυνόμενος δέεαι τῆς ναυτικῆς ἄρχειν, οὕτω ἔχει τοι· οὐδʼ ἢν ὁ Λάκων ἐπιῇ τοι ἄρχειν αὐτῆς, ἡμεῖς ἐπήσομεν·
但既然你被排斥在全体指挥权之外,转而要求指挥海军,那么对你而言情况就是这样:即使拉刻代蒙人允许你指挥它,我们也不会允许。
ἡμετέρη γὰρ ἐστὶ αὕτη γε, μὴ αὐτῶν βουλομένων Λακεδαιμονίων.
因为这部分指挥权是属于我们的,除非拉刻代蒙人自己想要它。
τούτοισι μὲν ὦν ἡγέεσθαι βουλομένοισι οὐκ ἀντιτείνομεν, ἄλλῳ δὲ παρήσομεν οὐδενὶ ναυαρχέειν.
因此,如果他们想要指挥,我们并不反对;但我们决不会把海军指挥权让给其他任何人。
§7.161.3μάτην γὰρ ἂν ὧδε πάραλον Ἑλλήνων στρατὸν πλεῖστον εἴημεν ἐκτημένοι, εἰ Συρηκοσίοισι ἐόντες Ἀθηναῖοι συγχωρήσομεν τῆς ἡγεμονίης, ἀρχαιότατον μὲν ἔθνος παρεχόμενοι, μοῦνοι δὲ ἐόντες οὐ μετανάσται Ἑλλήνων·
因为如果我们身为雅典人,却将指挥权让给叙拉古人,那么我们在此拥有希腊人中最庞大的海军力量就成了徒劳。 因为我们展现了最古老的民族,并且是希腊人中唯一没有迁徙过的土著。
τῶν καὶ Ὅμηρος ὁ ἐποποιὸς ἄνδρα ἄριστον ἔφησε ἐς Ἴλιον ἀπικέσθαι τάξαι τε καὶ διακοσμῆσαι στρατόν.
在这些人中,叙事诗人荷马也曾说过,前往伊利翁的男子中,有一位在整顿和部署军队方面是最优秀的。
οὕτω οὐκ ὄνειδος οὐδὲν ἡμῖν ἐστι λέγειν ταῦτα.
因此,我们说出这些话来,绝不是什么可耻的事。 ”