§7.106.1κατέλιπε δὲ ἄνδρα τοιόνδε Μασκάμην γενόμενον, τῷ μούνῳ Ξέρξης δῶρα πέμπεσκε ὡς ἀριστεύοντι πάντων ὅσους αὐτὸς κατέστησε ἢ Δαρεῖος ὑπάρχους, πέμπεσκε δὲ ἀνὰ πᾶν ἔτος· ὣς δὲ καὶ Ἀρτοξέρξης ὁ Ξέρξεω τοῖσι Μασκαμείοισι ἐκγόνοισι.
他留下了一个成为了如此人物的马斯卡梅斯,薛西斯仅向他一人发送礼物,认为他在他自己或大流士所任命的所有总督中是最优秀的,并且每年都发送;而薛西斯之子阿塔薛西斯也同样对待马斯卡梅斯的后代。
κατέστασαν γὰρ ἔτι πρότερον ταύτης τῆς ἐλάσιος ὕπαρχοι ἐν τῇ Θρηίκῃ καὶ τοῦ Ἑλλησπόντου πανταχῇ.
因为甚至在这次远征之前,在色雷斯和赫勒斯滂的各处就已经设立了总督。
§7.106.2οὗτοι ὦν πάντες οἵ τε ἐκ Θρηίκης καὶ τοῦ Ἑλλησπόντου, πλὴν τοῦ ἐν Δορίσκῳ, ὑπὸ Ἑλλήνων ὕστερον ταύτης τῆς στρατηλασίης ἐξαιρέθησαν· τὸν δὲ ἐν Δορίσκῳ Μασκάμην οὐδαμοί κω ἐδυνάσθησαν ἐξελεῖν πολλῶν πειρησαμένων.
因此,除了在多里斯科斯的那个总督之外,所有这些来自色雷斯和赫勒斯滂的总督,后来在这次远征之后都被希腊人驱逐了;但在多里斯科斯的马斯卡梅斯,尽管有许多人尝试,却至今未有人能将他驱逐。
διὰ τοῦτο δή οἱ τὰ δῶρα πέμπεται παρὰ τοῦ βασιλεύοντος αἰεὶ ἐν Πέρσῃσι.
正是因为这个原因,波斯历代在位之王都会向他赠送礼物。