§7.1.1ἐπεὶ δὲ ἀγγελίη ἀπίκετο περὶ τῆς μάχης τῆς ἐν Μαραθῶνι γενομένης παρὰ βασιλέα Δαρεῖον τὸν Ὑστάσπεος, καὶ πρὶν μεγάλως κεχαραγμένον τοῖσι Ἀθηναίοισι διὰ τὴν ἐς Σάρδις ἐσβολήν, καὶ δὴ καὶ τότε πολλῷ τε δεινότερα ἐποίεε καὶ μᾶλλον ὅρμητο στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα.
当关于在马拉松所发生战役的消息传到海斯塔斯佩斯之子大流士国王那里时,虽然他先前因雅典人入侵萨尔迪斯而对他们大为恼火,但此时他更是怒不可遏,更加渴望对希腊用兵。
§7.1.2καὶ αὐτίκα μὲν ἐπηγγέλλετο πέμπων ἀγγέλους κατὰ πόλις ἑτοιμάζειν στρατιήν, πολλῷ πλέω ἐπιτάσσων ἑκάστοισι ἢ πρότερον παρέχειν, καὶ νέας τε καὶ ἵππους καὶ σῖτον καὶ πλοῖα.
他随即派遣使者前往各城市,命令他们准备军队,向各城市征派比以前多得多的军舰、战马、粮食和运输船。
τούτων δὲ περιαγγελλομένων ἡ Ἀσίη ἐδονέετο ἐπὶ τρία ἔτεα, καταλεγομένων τε τῶν ἀρίστων ὡς ἐπὶ τὴν Ἑλλάδα στρατευομένων καὶ παρασκευαζομένων.
在这些命令向各地宣告之时,亚洲骚动了三年,因为最优秀的男子都被征召以准备对希腊的远征。
§7.1.3τετάρτῳ δὲ ἔτεϊ Αἰγύπτιοι ὑπὸ Καμβύσεω δουλωθέντες ἀπέστησαν ἀπὸ Περσέων.
但在第四年,曾被冈比西斯奴役的埃及人背叛了波斯人。
ἐνθαῦτα δὴ καὶ μᾶλλον ὅρμητο καὶ ἐπʼ ἀμφοτέρους στρατεύεσθαι.
至此,他更加急于同时对这两方用兵。