§6.84.1Ἀργεῖοι μέν νυν διὰ ταῦτα Κλεομένεα φασὶ μανέντα ἀπολέσθαι κακῶς· αὐτοὶ δὲ Σπαρτιῆται φασὶ ἐκ δαιμονίου μὲν οὐδενὸς μανῆναι Κλεομένεα, Σκύθῃσι δὲ ὁμιλήσαντά μιν ἀκρητοπότην γενέσθαι καὶ ἐκ τούτου μανῆναι.
阿耳戈斯人说,正因为这些事,克勒奥梅涅斯才发了疯并悲惨地死去;但斯巴达人自己却说,克勒奥梅涅斯发疯并非源于任何神意,而是由于他与斯基泰人交往,养成了饮用纯酒的习惯,并因此而发疯。
§6.84.2Σκύθας γὰρ τοὺς νομάδας, ἐπείτε σφι Δαρεῖον ἐμβαλεῖν ἐς τὴν χώρην, μετὰ ταῦτα μεμονέναι μιν τίσασθαι, πέμψαντας δὲ ἐς Σπάρτην συμμαχίην τε ποιέεσθαι καὶ συντίθεσθαι ὡς χρεὸν εἴη αὐτοὺς μὲν τοὺς Σκύθας παρὰ Φᾶσιν ποταμὸν πειρᾶν ἐς τὴν Μηδικὴν ἐσβάλλειν, σφέας δὲ τοὺς Σπαρτιήτας κελεύειν ἐξ Ἐφέσου ὁρμωμένους ἀναβαίνειν καὶ ἔπειτα ἐς τὠυτὸ ἀπαντᾶν.
因为游牧的斯基泰人自大流士侵入他们的土地以来,此后便急于向他报仇,于是派遣使者前往斯巴达,缔结同盟并约定:斯基泰人自己应当尝试从法希斯河一带侵入米底亚领土,而他们则要求斯巴达人从艾菲索斯出发向内陆进军,然后双方在同一地点会合。
§6.84.3Κλεομένεα δὲ λέγουσι ἡκόντων τῶν Σκυθέων ἐπὶ ταῦτα ὁμιλέειν σφι μεζόνως, ὁμιλέοντα δὲ μᾶλλον τοῦ ἱκνεομένου μαθεῖν τὴν ἀκρητοποσίην παρʼ αὐτῶν·
他们说,当斯基泰人为达成这一目的而来时,克勒奥梅涅斯与他们交往过密,而在超出适度范围的交往中,他从他们那里学会了饮用纯酒。
ἐκ τούτου δὲ μανῆναί μιν νομίζουσι Σπαρτιῆται.
斯巴达人认为他就是因此而发疯的。
ἔκ τε τόσου, ὡς αὐτοὶ λέγουσι, ἐπεὰν ζωρότερον βούλωνται πιεῖν, Ἐπισκύθισον λέγουσι.
正如他们自己所说,从那时起,每当他们想喝更浓的酒时,就会说:“按斯基泰人的方式倒酒。
οὕτω δὴ Σπαρτιῆται τὰ περὶ Κλεομένεα λέγουσι· ἐμοὶ δὲ δοκέει τίσιν ταύτην ὁ Κλεομένης Δημαρήτῳ ἐκτῖσαι.
”斯巴达人关于克勒奥梅涅斯的事确实是这样说的;但在我看来,克勒奥梅涅斯是因对德玛拉托斯所做的事而付出了这一代价。