§6.79.1ἐνθεῦτεν δὲ ὁ Κλεομένης ἐποίεε τοιόνδε.
于是,克勒欧美奈斯做了这样一件事。
ἔχων αὐτομόλους ἄνδρας καὶ πυνθανόμενος τούτων, ἐξεκάλεε πέμπων κήρυκα ὀνομαστὶ λέγων τῶν Ἀργείων τοὺς ἐν τῷ ἱρῷ ἀπεργμένους, ἐξεκάλεε δὲ φὰς αὐτῶν ἔχειν τὰ ἄποινα.
他身边留有逃兵并向他们打探消息,派出一名传令官,指名道姓地召唤那些被困在圣所中的阿哥斯人,他召唤他们,声称自己已经收到了他们的赎金。
ἄποινα δὲ ἐστὶ Πελοποννησίοισι δύο μνέαι τεταγμέναι κατʼ ἄνδρα αἰχμάλωτον ἐκτίνειν.
顺便提一下,对伯罗奔尼撒人来说,赎金规定为每个俘虏要支付两米纳。
κατὰ πεντήκοντα δὴ ὦν τῶν Ἀργείων ὡς ἑκάστους ἐκκαλεύμενος ὁ Κλεομένης ἔκτεινε.
于是,克勒欧美奈斯每次召出大约五十个阿哥斯人,随即将他们杀害。
§6.79.2ταῦτα δέ κως γινόμενα ἐλελήθεε τοὺς λοιποὺς τοὺς ἐν τῷ τεμένεϊ· ἅτε γὰρ πυκνοῦ ἐόντος τοῦ ἄλσεος, οὐκ ὥρων οἱ ἐντὸς τοὺς ἐκτὸς ὅ τι ἔπρησσον, πρίν γε δὴ αὐτῶν τις ἀναβὰς ἐπὶ δένδρον κατεῖδε τὸ ποιεύμενον.
然而,不知怎的,正在发生的这些事,留在圣地里的其他人并不知道;因为由于树林茂密,里面的人看不见外面的人在做什么,直到他们中有一人爬上树,才看清了正在发生的事。
οὔκων δὴ ἔτι καλεόμενοι ἐξήισαν.
因此,此后即使被召唤,他们也不再出来了。