§6.65.1ὁρμηθεὶς ὦν ἀποτίνυσθαι ὁ Κλεομένης συντίθεται Λευτυχίδῃ τῷ Μενάρεος τοῦ Ἄγιος, ἐόντι οἰκίης τῆς αὐτῆς Δημαρήτῳ, ἐπʼ ᾧ τε, ἢν αὐτὸν καταστήσῃ βασιλέα ἀντὶ Δημαρήτου, ἕψεταί οἱ ἐπʼ Αἰγινήτας.
于是,决心复仇的克莱奥梅尼与哈吉斯之子梅纳雷斯之子雷乌提希德斯达成协议——雷乌提希德斯与德马拉托斯同属一个家族——其条件是,如果克莱奥梅尼立他为王以取代德马拉托斯,他就将追随克莱奥梅尼去讨伐埃吉纳人。
§6.65.2ὁ δὲ Λευτυχίδης ἦν ἐχθρὸς τῷ Δημαρήτῳ μάλιστα γεγονὼς διὰ πρῆγμα τοιόνδε· ἁρμοσαμένου Λευτυχίδεω Πέρκαλον τὴν Χίλωνος τοῦ Δημαρμένου θυγατέρα, ὁ Δημάρητος ἐπιβουλεύσας ἀποστερέει Λευτυχίδεα τοῦ γάμου, φθάσας αὐτὸς τὴν Πέρκαλον ἁρπάσας καὶ σχὼν γυναῖκα.
而雷乌提希德斯之所以对德马拉托斯怀有极深的仇恨,是由于以下缘故:当雷乌提希德斯与德马尔梅诺斯之子希隆的女儿佩尔卡洛斯订婚时,德马拉托斯设计剥夺了雷乌提希德斯的婚姻,自己抢先劫走了佩尔卡洛斯并娶她为妻。
§6.65.3κατὰ τοῦτο μὲν τῷ Λευτυχίδῃ ἡ ἔχθρη ἡ ἐς τὸν Δημάρητον ἐγεγόνεε, τότε δὲ ἐκ τῆς Κλεομένεος προθυμίης ὁ Λευτυχίδης κατόμνυται Δημαρήτῳ, φὰς αὐτὸν οὐκ ἱκνεομένως βασιλεύειν Σπαρτιητέων οὐκ ἐόντα παῖδα Ἀρίστωνος· μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε, ἀνασώζων ἐκεῖνο τὸ ἔπος τὸ εἶπε Ἀρίστων τότε ὅτε οἱ ἐξήγγειλε ὁ οἰκέτης παῖδα γεγονέναι, ὁ δὲ συμβαλόμενος τοὺς μῆνας ἀπώμοσε φὰς οὐκ ἑωυτοῦ μιν εἶναι.
固然,雷乌提希德斯因这件事对德马拉托斯心怀怨恨,而此时由于克莱奥梅尼的竭力促成,雷乌提希德斯对德马拉托斯宣誓指控,声称他并非阿里斯顿之子,因此不是合法地统治斯巴达人;在进行宣誓起诉之后,他提起诉讼,重提阿里斯顿当年在仆人向其报告生下儿子时所说的那句话——当时阿里斯顿计算了月份,宣誓否认那孩子是自己的。
§6.65.4τούτου δὴ ἐπιβατεύων τοῦ ῥήματος ὁ Λευτυχίδης ἀπέφαινε τὸν Δημάρητον οὔτε ἐξ Ἀρίστωνος γεγονότα οὔτε ἱκνευμένως βασιλεύοντα Σπάρτης, τοὺς ἐφόρους μάρτυρας παρεχόμενος κείνους οἳ τότε ἐτύγχανον πάρεδροί τε ἐόντες καὶ ἀκούσαντες ταῦτα Ἀρίστωνος.
雷乌提希德斯正是以此话为依据,表明德马拉托斯既非阿里斯顿所生,也非合法地统治斯巴达,并传唤了那些当时恰好在座并听到了阿里斯顿这些话的监察官作为证人。