§6.47.1εἶδον δὲ καὶ αὐτὸς τὰ μέταλλα ταῦτα, καὶ μακρῷ ἦν αὐτῶν θωμασιώτατα τὰ οἱ Φοίνικες ἀνεῦρον οἱ μετὰ Θάσου κτίσαντες τὴν νῆσον ταύτην, ἥτις νῦν ἀπὸ τοῦ Θάσου τούτου τοῦ Φοίνικος τὸ οὔνομα ἔσχε.
我本人也亲眼见过这些矿山,而在其中,由那些与萨索斯一起开拓了这座岛屿的腓尼基人所发现的矿山,无疑是最令人惊叹的。 这座岛屿如今便是得名于这位腓尼基人萨索斯。
§6.47.2τὰ δὲ μέταλλα τὰ Φοινικικὰ ταῦτα ἐστὶ τῆς Θάσου μεταξὺ Αἰνύρων τε χώρου καλεομένου καὶ Κοινύρων, ἀντίον δὲ Σαμοθρηίκης, ὄρος μέγα ἀνεστραμμένον ἐν τῇ ζητήσι.
这些腓尼基人的矿山位于萨索斯岛上一个被称为埃尼拉的地方和科尼拉之间,正对着萨莫色雷斯岛,由于开采寻找金矿,一座大山已被彻底翻掘了个底朝天。
τοῦτο μέν νυν ἐστὶ τοιοῦτον.
关于此事,情况便是如此。
οἱ δὲ Θάσιοι τῷ βασιλέι κελεύσαντι καὶ τὸ τεῖχος τὸ σφέτερον κατεῖλον καὶ τὰς νέας τὰς πάσας ἐκόμισαν ἐς Ἄβδηρα.
而萨索斯人顺从国王的命令,既拆毁了自己的城墙,又将所有的船只都驶往了阿布德拉。