§6.46.1δευτέρῳ δὲ ἔτεϊ τούτων ὁ Δαρεῖος πρῶτα μὲν Θασίους διαβληθέντας ὑπὸ τῶν ἀστυγειτόνων ὡς ἀπόστασιν μηχανῴατο, πέμψας ἄγγελον ἐκέλευε σφέας τὸ τεῖχος περιαιρέειν καὶ τὰς νέας ἐς Ἄβδηρα κομίζειν.
これらの出来事の翌年、ダレイオスは、まず第一に、隣国の人々から反乱を企てていると讒言されたタソス人たちに対し、使者を送って、城壁を取り壊し、船をアブデラへと回航するよう命じた。
§6.46.2οἱ γὰρ δὴ Θάσιοι, οἷα ὑπὸ Ἱστιαίου τε τοῦ Μιλησίου πολιορκηθέντες καὶ προσόδων ἐουσέων μεγαλέων, ἐχρέωντο τοῖσι χρήμασι νέας τε ναυπηγεύμενοι μακρὰς καὶ τεῖχος ἰσχυρότερον περιβαλλόμενοι.
というのも、タソス人たちは、ミレトスのヒスティアイオスによって包囲攻撃を受け、また巨額の収入があったため、その資金を用いて長船を建造し、より強固な城壁を巡らせていたからである。
ἡ δὲ πρόσοδός σφι ἐγίνετο ἔκ τε τῆς ἠπείρου καὶ ἀπὸ τῶν μετάλλων·
彼らの収入は、本土から、また鉱山から得られていた。
§6.46.3ἐκ μέν γε τῶν ἐκ Σκαπτησύλης τῶν χρυσέων μετάλλων τὸ ἐπίπαν ὀγδώκοντα τάλαντα προσήιε, ἐκ δὲ τῶν ἐν αὐτῇ Θάσῳ ἐλάσσω μὲν τούτων, συχνὰ δὲ οὓτω ὣστε τὸ ἐπίπαν Θασίοισι ἐοῦσι καρπῶν ἀτελέσι προσήιε ἀπό τε τῆς ἠπείρου καὶ τῶν μετάλλων ἔτεος ἑκάστου διηκόσια τάλαντα, ὅτε δὲ τὸ πλεῖστον προσῆλθε, τριηκόσια.
スカプテ・ヒュレの金鉱からは全体としておよそ八〇タラントンがもたらされ、タソス島自体にある金鉱からはそれよりは少なかったものの、多額であったため、全体として、大地の産物に対する税を免除されているタソス人たちには、本土と鉱山から毎年二〇〇タラントン、最も多い時期には三〇〇タラントンがもたらされた。