§6.37.1ἀποτειχίσας ὦν τὸν αὐχένα τῆς Χερσονήσου ὁ Μιλτιάδης καὶ τοὺς Ἀψινθίους τρόπῳ τοιούτῳ ὠσάμενος, τῶν λοιπῶν πρώτοισι ἐπολέμησε Λαμψακηνοῖσι·
这样,米提亚德在赫尔松涅斯半岛的地峡筑起防线,并用这种方法击退了阿普辛提奥斯人后,在其余的人中,首先与兰普萨科斯人交战。
καί μιν οἱ Λαμψακηνοὶ λοχήσαντες αἱρέουσι ζωγρίῃ.
然而,兰普萨科斯人设下埋伏,活捉了他。
ἦν δὲ ὁ Μιλτιάδης Κροίσῳ τῷ Λυδῷ ἐν γνώμῃ γεγονώς·
当时,米提亚德正深受吕底亚人克罗伊索斯的器重。
πυθόμενος ὦν ὁ Κροῖσος ταῦτα, πέμπων προηγόρευε τοῖσι Λαμψακηνοῖσι μετιέναι Μιλτιάδεα· εἰ δὲ μή σφεας πίτυος τρόπον ἀπείλεε ἐκτρίψειν.
克罗伊索斯得知此事后,便派遣使者警告兰普萨科斯人释放米提亚德;否则,他威胁要像砍伐松树那样将他们斩尽杀绝。
§6.37.2πλανωμένων δὲ τῶν Λαμψακηνῶν ἐν τοῖσι λόγοισι τὸ θέλει τὸ ἔπος εἶναι τό σφι ἀπείλησε ὁ Κροῖσος, πίτυος τρόπον ἐκτρίψειν, μόγις κοτὲ μαθὼν τῶν τις πρεσβυτέρων εἶπε τὸ ἐόν, ὅτι πίτυς μούνη πάντων δενδρέων ἐκκοπεῖσα βλαστὸν οὐδένα μετιεῖ ἀλλὰ πανώλεθρος ἐξαπόλλυται.
当兰普萨科斯人对于克罗伊索斯威胁他们的那句话——要像砍伐松树那样将他们斩尽杀绝——究竟是什么意思而在言语讨论中感到困惑时,其中一位长老好不容易理解了真相,说出了实情:即松树是所有树木中唯一一种一旦被砍倒便不再发出任何新芽、而是彻底毁灭的树木。
δείσαντες ὦν οἱ Λαμψακηνοὶ Κροῖσον λύσαντες μετῆκαν Μιλτιάδεα.
于是,兰普萨科斯人畏惧克罗伊索斯,便释放并放走了米提亚德。