§6.3.1ἐνθαῦτα δὴ εἰρωτώμενος ὑπὸ τῶν Ἰώνων ὁ Ἱστιαῖος κατʼ ὅ τι προθύμως οὕτω ἐπέστειλε τῷ Ἀρισταγόρῃ ἀπίστασθαι ἀπὸ βασιλέος καὶ κακὸν τοσοῦτον εἴη Ἴωνας ἐξεργασμένος, τὴν μὲν γενομένην αὐτοῖσι αἰτίην οὐ μάλα ἐξέφαινε, ὁ δὲ ἔλεγέ σφι ὡς βασιλεὺς Δαρεῖος ἐβουλεύσατο Φοίνικας μὲν ἐξαναστήσας ἐν τῇ Ἰωνίῃ κατοικίσαι, Ἴωνας δὲ ἐν τῇ Φοινίκῃ, καὶ τούτων εἵνεκα ἐπιστείλειε.
在那里,当希斯提哀乌斯被伊奥尼亚人问及,他因何故如此迫切地指示阿里斯塔戈拉斯背叛国王、并给伊奥尼亚人带来如此巨大的灾难时,他并未向他们透露真正的起因。 相反,他告诉他们,国王大流士企图将腓尼基人迁出并安置在伊奥尼亚,而将伊奥尼亚人安置在腓尼基,自己正是为此才发出指示的。
οὐδέν τι πάντως ταῦτα βασιλέος βουλευσαμένου ἐδειμάτου τοὺς Ἴωνας.
尽管国王根本没有这样的计划,他却以此恐吓伊奥尼亚人。