§6.27.1φιλέει δέ κως προσημαίνειν, εὖτʼ ἂν μέλλῃ μεγάλα κακὰ ἢ πόλι ἢ ἔθνεϊ ἔσεσθαι·
大いなる災厄が都市や民族に起ころうとするときには、どういうわけか、前兆が示されるのが常である。
καὶ γὰρ Χίοισι πρὸ τούτων σημήια μεγάλα ἐγένετο·
というのも、キオス人にとっても、これらの出来事の前に大いなる前兆が現れたからである。
§6.27.2τοῦτο μέν σφι πέμψασι ἐς Δελφοὺς χορὸν νεηνιέων ἑκατὸν δύο μοῦνοι τούτων ἀπενόστησαν, τοὺς δὲ ὀκτώ τε καὶ ἐνενήκοντα αὐτῶν λοιμὸς ὑπολαβὼν ἀπήνεικε·
一方では、彼らがデルポイへ百人の若者からなる合唱隊を派遣した際、彼らのうち戻ってきたのはわずか二人だけであり、残りの九十八人は疫病に襲われて命を落とした。
τοῦτο δὲ ἐν τῇ πόλι τὸν αὐτὸν τοῦτον χρόνον, ὀλίγον πρὸ τῆς ναυμαχίης, παισὶ γράμματα διδασκομένοισι ἐνέπεσε ἡ στέγη, ὥστε ἀπʼ ἑκατὸν καὶ εἴκοσι παίδων εἷς μοῦνος ἀπέφυγε.
他方では、同じ時期、海戦の少し前に、市内で子供たちが読み書きを習っていたところへ、屋根が崩れ落ち、百二十人の子供のうち、逃れられたのはわずか一人だけであった。
§6.27.3ταῦτα μὲν σφι σημήια ὁ θεὸς προέδεξε, μετὰ δὲ ταῦτα ἡ ναυμαχίη ὑπολαβοῦσα ἐς γόνυ τὴν πόλιν ἔβαλε, ἐπὶ δὲ τῇ ναυμαχίῃ ἐπεγένετο Ἱστιαῖος Λεσβίους ἄγων·
神はこれらの前兆を彼らにあらかじめ示されたのであり、この後、海戦が彼らを襲って都市を地に平伏させ、さらにその海戦に続いて、ヒスティアイオスがレスボス人を率いて襲いかかった。
κεκακωμένων δὲ τῶν Χίων, καταστροφὴν εὐπετέως αὐτῶν ἐποιήσατο.
こうしてキオス人が痛手を負っていたため、彼は容易に彼らを征服してしまったのである。