§6.127.1ἀπὸ μὲν δὴ Ἰταλίης ἦλθε Σμινδυρίδης ὁ Ἱπποκράτεος Συβαρίτης, ὃς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀπίκετο (ἡ δὲ Σύβαρις ἤκμαζε τοῦτον τὸν χρόνον μάλιστα), καὶ Σιρίτης Δάμασος Ἀμύριος τοῦ σοφοῦ λεγομένου παῖς.
从意大利来的是锡巴里斯人、希波克拉底之子斯敏迪里德斯,作为一个个人,他达到了奢华的顶峰(此时锡巴里斯正处于最繁荣的时期);还有来自锡里斯、被称为“智者”的阿米里斯之子达马索斯。
§6.127.2οὗτοι μὲν ἀπὸ Ἰταλίης ἦλθον, ἐκ δὲ τοῦ κόλπου τοῦ Ἰονίου Ἀμφίμνηστος Ἐπιστρόφου Ἐπιδάμνιος· οὗτος δὲ ἐκ τοῦ Ἰονίου κόλπου.
这些人都来自意大利。 而从伊奥尼亚湾来的是埃庇斯特罗福斯之子、埃庇达姆努斯人安菲姆内斯托斯;而这一个正是来自伊奥尼亚湾。
Αἰτωλὸς δὲ ἦλθε Τιτόρμου τοῦ ὑπερφύντος τε Ἕλληνας ἰσχύι καὶ φυγόντος ἀνθρώπους ἐς τὰς ἐσχατιὰς τῆς Αἰτωλίδος χώρης, τούτου τοῦ Τιτόρμου ἀδελφεὸς Μάλης.
从埃托利亚来的是马莱斯,他是蒂托尔莫斯的兄弟——这位蒂托尔莫斯在力量上超越了所有希腊人,并且为了躲避人类而逃到了埃托利亚边陲最偏僻的地方。
§6.127.3ἀπὸ δὲ Πελοποννήσου Φείδωνος τοῦ Ἀργείων τυράννου παῖς Λεωκήδης, Φείδωνος δὲ τοῦ τὰ μέτρα ποιήσαντος Πελοποννησίοισι καὶ ὑβρίσαντος μέγιστα δὴ Ἑλλήνων πάντων, ὃς ἐξαναστήσας τοὺς Ἠλείων ἀγωνοθέτας αὐτὸς τὸν ἐν Ὀλυμπίῃ ἀγῶνα ἔθηκε·
从伯罗奔尼撒来的是阿耳戈斯僭主斐冬之子勒奥克得斯。 这位斐冬曾为伯罗奔尼撒人制定了度量衡,并且做出了所有希腊人中最专横无礼的行为,他驱逐了伊利斯人的竞技主持者,自己主持了奥林匹亚的竞技。
τούτου τε δὴ παῖς καὶ Ἀμίαντος Λυκούργου Ἀρκὰς ἐκ Τραπεζοῦντος, καὶ Ἀζὴν ἐκ Παίου πόλιος Λαφάνης Εὐφορίωνος τοῦ δεξαμένου τε, ὡς λόγος ἐν Ἀρκαδίῃ λέγεται, τοὺς Διοσκούρους οἰκίοισι καὶ ἀπὸ τούτου ξεινοδοκέοντος πάντας ἀνθρώπους, καὶ Ἠλεῖος Ὀνόμαστος Ἀγαίου.
正是此人的儿子,以及来自特拉佩祖斯的阿卡迪亚人、莱库古之子阿米安托斯,还有来自派乌斯城的阿赞人、欧福里翁之子拉法内斯(据阿卡迪亚的传说,欧福里翁曾在自己家中款待过狄奥斯库里,此后他总是好客地接待所有人),以及伊利斯人、阿盖乌斯之子奥诺马斯托斯。
§6.127.4οὗτοι μὲν δὴ ἐξ αὐτῆς Πελοποννήσου ἦλθον, ἐκ δὲ Ἀθηνέων ἀπίκοντο Μεγακλέης τε ὁ Ἀλκμέωνος τούτου τοῦ παρὰ Κροῖσον ἀπικομένου, καὶ ἄλλος Ἱπποκλείδης Τισάνδρου, πλούτῳ καὶ εἴδεϊ προφέρων Ἀθηναίων.
这些人确实是来自伯罗奔尼撒本土。 而从雅典来的是美加克勒斯,他是那位曾拜访过克罗伊苏斯的阿尔克麦翁之子,还有另一位是蒂桑德罗斯之子希波克勒伊德斯,他在财富和美貌上都超越了雅典人。
ἀπὸ δὲ Ἐρετρίης ἀνθεύσης τοῦτον τὸν χρόνον Λυσανίης· οὗτος δὲ ἀπʼ Εὐβοίης μοῦνος.
从当时正值繁荣时期的埃雷特里亚来的是吕萨尼亚斯;他是唯一个来自优波亚的人。
ἐκ δὲ Θεσσαλίης ἦλθε τῶν Σκοπαδέων Διακτορίδης Κραννώνιος, ἐκ δὲ Μολοσσῶν Ἄλκων.
从色萨利来的是克兰农人迪阿克托里德斯,他是斯克帕德斯家族的一员;从莫罗西亚人中来的是阿尔孔。