Humanitext Reader

希罗多德 · 历史 §6.109.1-6.109.6

米尔提亚德斯劝说卡利马科斯决战

第 1015 段,共 1577 段 · 希腊语

内容简介

驻扎在马拉松的雅典将军们就是否与波斯军队交战产生了严重分歧。米尔提亚德斯极力劝说拥有决定性投票权的军事执政官卡利马科斯支持交战,以争取雅典的自由与光荣。

§6.109.1τοῖσι δὲ Ἀθηναίων στρατηγοῖσι ἐγίνοντο δίχα αἱ γνῶμαι, τῶν μὲν οὐκ ἐώντων συμβαλεῖν ʽὀλίγους γὰρ εἶναι στρατιῇ τῇ Μήδων συμβάλλειν’ τῶν δὲ καὶ Μιλτιάδεω κελευόντων.
在雅典的将军们中间,意见分成了两派:一派不允许交战,认为“因为他们人数太少,不足以同米底人的军队交战”;而另一派则主张交战,其中包括米尔提亚德斯。
§6.109.2ὡς δὲ δίχα τε ἐγίνοντο καὶ ἐνίκα ἡ χείρων τῶν γνωμέων, ἐνθαῦτα, ἦν γὰρ ἑνδέκατος ψηφιδοφόρος ὁ τῷ κυάμῳ λαχὼν Ἀθηναίων πολεμαρχέειν ʽτὸ Παλαιὸν γὰρ Ἀθηναῖοι ὁμόψηφον τὸν πολέμαρχον ἐποιεῦντο τοῖσι στρατηγοῖσἰ, ἦν δὲ τότε πολέμαρχος Καλλίμαχος Ἀφιδναῖος· πρὸς τοῦτον ἐλθὼν Μιλτιάδης ἔλεγε τάδε.
就在他们意见不一、较差的那种意见即将占上风的时候,在那里,因为当时通过抽签当选为雅典军事执政官的人是第十一位投票人(古时候,雅典人使军事执政官与将军们拥有同等的投票权),当时的军事执政官是阿菲德奈的卡利马科斯。
§6.109.3ἐν σοὶ νῦν Καλλίμαχε ἐστὶ ἢ καταδουλῶσαι Ἀθήνας ἢ ἐλευθέρας ποιήσαντα μνημόσυνα λιπέσθαι ἐς τὸν ἅπαντα ἀνθρώπων βίον οἷα οὐδὲ Ἁρμόδιός τε καὶ Ἀριστογείτων λείπουσι.
米尔提亚德斯走到他跟前,对他说了这番话: “卡利马科斯啊,现在这取决于你:是要奴役雅典,还是通过使她获得自由,而在人类的所有世代中留下甚至连哈尔摩狄乌斯和阿里斯托革同都没能留下的那种纪念。
νῦν γὰρ δὴ ἐξ οὗ ἐγένοντο Ἀθηναῖοι ἐς κίνδυνον ἥκουσι μέγιστον, καὶ ἢν μέν γε ὑποκύψωσι τοῖσι Μήδοισι, δέδοκται τὰ πείσονται παραδεδομένοι Ἱππίῃ, ἢν δὲ περιγένηται αὕτη ἡ πόλις, οἵη τε ἐστὶ πρώτη τῶν Ἑλληνίδων πολίων γενέσθαι.
因为自雅典人存在以来,现在他们正面临着最大的危险;如果他们屈服于米底人,那么一旦被移交给希庇亚斯,他们将要遭受的命运就是注定的;但如果这座城邦能够幸存下来,她就有可能成为希腊城邦中的首创者。
§6.109.4κῶς ὦν δὴ ταῦτα οἷά τε ἐστὶ γενέσθαι, καὶ κῶς ἐς σέ τοι τούτων ἀνήκει τῶν πρηγμάτων τὸ κῦρος ἔχειν, νῦν ἔρχομαι φράσων.
现在我就来向你说明,这些事情如何能够实现,以及为什么拥有这些事务的决定权会落在你的身上。
ἡμέων τῶν στρατηγῶν ἐόντων δέκα δίχα γίνονται αἱ γνῶμαι, τῶν μὲν κελευόντων τῶν δὲ οὒ συμβάλλειν.
我们这十个将军,意见正分成两派:一派主张交战,另一派则不主张。
§6.109.5ἢν μέν νυν μὴ συμβάλωμεν, ἔλπομαι τινὰ στάσιν μεγάλην διασείσειν ἐμπεσοῦσαν τὰ Ἀθηναίων φρονήματα ὥστε μηδίσαι· ἢν δὲ συμβάλωμεν πρίν τι καὶ σαθρὸν Ἀθηναίων μετεξετέροισι ἐγγενέσθαι, θεῶν τὰ ἴσα νεμόντων οἷοί τε εἰμὲν περιγενέσθαι τῇ συμβολῇ.
如果我们现在不交战,我担心某种重大的内讧会发生并动摇雅典人的心志,以至于使他们投降米底人;但如果我们能在雅典人中某些人产生任何变节之前交战,只要神明秉公对待,我们就能在交战中获胜。
§6.109.6ταῦτα ὦν πάντα ἐς σὲ νῦν τείνει καὶ ἐκ σέο ἤρτηται.
因此,现在所有这些事情都取决于你,并维系在你身上。
ἢν γὰρ σὺ γνώμῃ τῇ ἐμῇ προσθῇ, ἔστι τοι πατρίς τε ἐλευθέρη καὶ πόλις πρώτη τῶν ἐν τῇ Ἑλλάδι· ἢν δὲ τὴν τῶν ἀποσπευδόντων τὴν συμβολὴν ἕλῃ, ὑπάρξει τοι τῶν ἐγὼ κατέλεξα ἀγαθῶν τὰ ἐναντία.
因为如果你同意我的意见,你就会拥有自由的祖国和希腊最首要的城邦;但如果你选择那些力图避免交战的人的意见,那么我刚才列举的所有好处的相反面将会降临于你。 ”

词汇与语法注释

  1. §6.109.1ὀλίγους γὰρ εἶναι — 间接引语(oratio obliqua)中的不定式,解释了反对交战的将军们的理由。宾格主语 `ὀλίγους` 指雅典军队。
  2. §6.109.2ἐνίκα ἡ χείρων τῶν γνωμέων — 未完成过去时 `ἐνίκα` 具有尝试或开始的语气(“即将占上风”或“正占优势”),描绘了在卡利马科斯投下决定性一票之前的未决状态。
  3. §6.109.3οἷα οὐδὲ Ἁρμόδιός τε καὶ Ἀριστογείτων λείπουσι — 关系代名词 `οἷα`(中性复数宾格)的先行词是 `μνημόσυνα`(纪念,记忆)。否定词 `οὐδέ` 意为“甚至连……也不”,强调卡利马科斯所能获得的荣誉甚至会超越传说中的弑篡位者。
  4. §6.109.3δέδοκται τὰ πείσονται — 被动完成时 `δέδοκται` 在此意为“已被决定(或注定)”。关系从句 `τὰ πείσονται`(关系代词 `τὰ` 作为 `πάσχω` 的将来时第三人称复数 `πείσονται` 的宾语)作主语,整句意为“他们将要遭受的命运已成定局”。
  5. §6.109.5ἔλπομαι — 动词 `ἔλπομαι` 通常意为“希望”或“期待”,在此处以否定意味使用,表示“担心”或“忧虑”坏结果(即引发倒向米底人的严重内讧)。

引用这一段

希罗多德, 历史 §6.109.1-6.109.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.109.1-6.109.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。