§6.107.1οὗτοι μέν νυν τὴν πανσέληνον ἔμενον.
于是,这些人等待着满月。
τοῖσι δὲ βαρβάροισι κατηγέετο Ἱππίης ὁ Πεισιστράτου ἐς τὸν Μαραθῶνα, τῆς παροιχομένης νυκτὸς ὄψιν ἰδὼν τοιήνδε· ἐδόκεε ὁ Ἱππίης τῇ μητρὶ τῇ ἑωυτοῦ συνευνηθῆναι.
而对于蛮族,庇西特拉图之子希庇亚斯正指引他们前往马拉松,因为他在刚过去的夜里看到了这样一幅幻象:希庇亚斯觉得,自己与亲生母亲同床共寝。
§6.107.2συνεβάλετο ὦν ἐκ τοῦ ὀνείρου κατελθὼν ἐς τὰς Ἀθήνας καὶ ἀνασωσάμενος τὴν ἀρχὴν τελευτήσειν ἐν τῇ ἑωυτοῦ γηραιός.
因此,他从这个梦中推测出,自己将回到雅典,夺回统治权,并在自己的土地上终老。
ἐκ μὲν δὴ τῆς ὄψιος συνεβάλετο ταῦτα, τότε δὲ κατηγεόμενος τοῦτο μὲν τὰ ἀνδράποδα τὰ ἐξ Ἐρετρίης ἀπέβησε ἐς τὴν νῆσον τὴν Στυρέων, καλεομένην δὲ Αἰγλείην, τοῦτο δὲ καταγομένας ἐς τὸν Μαραθῶνα τὰς νέας ὅρμιζε οὗτος, ἐκβάντας τε ἐς γῆν τοὺς βαρβάρους διέτασσε.
一方面,他从这一幻象中得出了这样的推测;但另一方面,当时他在引路时,一方面将来自埃雷特里亚的奴隶卸在属于斯图拉人的、被称为艾格雷亚的岛上,另一方面将驶入马拉松的船只锚泊,并整顿了登岸的蛮族军队。
§6.107.3καί οἱ ταῦτα διέποντι ἐπῆλθε πταρεῖν τε καὶ βῆξαι μεζόνως ἢ ὡς ἐώθεε·
正当他处理这些事务时,他突然比平时更剧烈地打起喷嚏和咳嗽起来。
οἷα δέ οἱ πρεσβυτέρῳ ἐόντι τῶν ὀδόντων οἱ πλεῦνες ἐσείοντο·
由于他已年迈,他的大部分牙齿都松动了。
τούτων ὦν ἕνα τῶν ὀδόντων ἐκβάλλει ὑπὸ βίης βήξας· ἐκπεσόντος δὲ ἐς τὴν ψάμμον αὐτοῦ ἐποιέετο σπουδὴν πολλὴν ἐξευρεῖν.
于是,在剧烈咳嗽之下,他把其中一颗牙齿吐了出来;当那颗牙齿掉进沙子里时,他极力想把它找出来。
§6.107.4ὡς δὲ οὐκ ἐφαίνετό οἱ ὁ ὀδών, ἀναστενάξας εἶπε πρὸς τοὺς παραστάτας
ἡ γῆ ἥδε οὐκ ἡμετέρη ἐστί, οὐδέ μιν δυνησόμεθα ὑποχειρίην ποιήσασθαι·
但当那颗牙齿没有出现在他眼前时,他深叹一口气,对身边的人说:“这片土地不属于我们,我们也将无法征服它;凡是属于我的那份领土,我的牙齿已经占有了。
ὁκόσον δέ τι μοι μέρος μετῆν, ὁ ὀδὼν μετέχει.
”