§6.107.1οὗτοι μέν νυν τὴν πανσέληνον ἔμενον.
These, then, were waiting for the full moon.
τοῖσι δὲ βαρβάροισι κατηγέετο Ἱππίης ὁ Πεισιστράτου ἐς τὸν Μαραθῶνα, τῆς παροιχομένης νυκτὸς ὄψιν ἰδὼν τοιήνδε· ἐδόκεε ὁ Ἱππίης τῇ μητρὶ τῇ ἑωυτοῦ συνευνηθῆναι.
But for the barbarians, Hippias, the son of Pisistratus, was leading the way to Marathon, having seen in the past night a vision of this kind: it seemed to Hippias that he lay with his own mother.
§6.107.2συνεβάλετο ὦν ἐκ τοῦ ὀνείρου κατελθὼν ἐς τὰς Ἀθήνας καὶ ἀνασωσάμενος τὴν ἀρχὴν τελευτήσειν ἐν τῇ ἑωυτοῦ γηραιός.
He inferred, therefore, from the dream that he would return to Athens, recover his power, and die an old man in his own land.
ἐκ μὲν δὴ τῆς ὄψιος συνεβάλετο ταῦτα, τότε δὲ κατηγεόμενος τοῦτο μὲν τὰ ἀνδράποδα τὰ ἐξ Ἐρετρίης ἀπέβησε ἐς τὴν νῆσον τὴν Στυρέων, καλεομένην δὲ Αἰγλείην, τοῦτο δὲ καταγομένας ἐς τὸν Μαραθῶνα τὰς νέας ὅρμιζε οὗτος, ἐκβάντας τε ἐς γῆν τοὺς βαρβάρους διέτασσε.
On the one hand, he inferred this from the vision; but on the other hand, at that time, as he led the way, he on the one part landed the captives from Eretria on the island of the Styrians, called Aeglia, and on the other part anchored the ships as they came to land at Marathon, and drew up the barbarians who had gone ashore.
§6.107.3καί οἱ ταῦτα διέποντι ἐπῆλθε πταρεῖν τε καὶ βῆξαι μεζόνως ἢ ὡς ἐώθεε· οἷα δέ οἱ πρεσβυτέρῳ ἐόντι τῶν ὀδόντων οἱ πλεῦνες ἐσείοντο·
And while he was directing these matters, it befell him to sneeze and cough more violently than he was accustomed; and since he was an elderly man, most of his teeth were loose.
τούτων ὦν ἕνα τῶν ὀδόντων ἐκβάλλει ὑπὸ βίης βήξας· ἐκπεσόντος δὲ ἐς τὴν ψάμμον αὐτοῦ ἐποιέετο σπουδὴν πολλὴν ἐξευρεῖν.
Therefore, coughing with force, he cast out one of these teeth; and as it fell into the sand, he made a great effort to find it.
§6.107.4ὡς δὲ οὐκ ἐφαίνετό οἱ ὁ ὀδών, ἀναστενάξας εἶπε πρὸς τοὺς παραστάτας
ἡ γῆ ἥδε οὐκ ἡμετέρη ἐστί, οὐδέ μιν δυνησόμεθα ὑποχειρίην ποιήσασθαι· ὁκόσον δέ τι μοι μέρος μετῆν, ὁ ὀδὼν μετέχει.
But when the tooth did not appear to him, he groaned aloud and said to those standing by: "This land is not ours, nor shall we be able to bring it under our subjection; but whatever share of it belonged to me, my tooth possesses."