§6.106.1τότε δὲ πεμφθεὶς ὑπὸ τῶν στρατηγῶν ὁ Φειδιππίδης οὗτος, ὅτε πέρ οἱ ἔφη καὶ τὸν Πᾶνα φανῆναι, δευτεραῖος ἐκ τοῦ Ἀθηναίων ἄστεος ἦν ἐν Σπάρτῃ, ἀπικόμενος δὲ ἐπὶ τοὺς ἄρχοντας ἔλεγε §6.106.2ὦ Λακεδαιμόνιοι, Ἀθηναῖοι ὑμέων δέονται σφίσι βοηθῆσαι καὶ μὴ περιιδεῖν πόλιν ἀρχαιοτάτην ἐν τοῖσι Ἕλλησι δουλοσύνῃ περιπεσοῦσαν πρὸς ἀνδρῶν βαρβάρων· καὶ γὰρ νῦν Ἐρέτριά τε ἠνδραπόδισται καὶ πόλι λογίμῳ ἡ Ἑλλὰς γέγονε ἀσθενεστέρη.
那时被将军们派遣的这位菲迪皮德斯——正如他自己所说,潘神也正是向他显现的——在离开雅典城后的第二天便到达了斯巴达,他来到统治者们面前,说道: “拉刻代蒙人啊,雅典人恳求你们援助他们,不要坐视希腊人中最古老的城市落入蛮族之手而陷入奴役之中;因为就在此时,埃雷特里亚已经沦为奴隶,希腊也因失去一座著名的城市而变得更加虚弱。
§6.106.3ὃ μὲν δή σφι τὰ ἐντεταλμένα ἀπήγγελλε, τοῖσι δὲ ἕαδε μὲν βοηθέειν Ἀθηναίοισι, ἀδύνατα δέ σφι ἦν τὸ παραυτίκα ποιέειν ταῦτα, οὐ βουλομένοισι λύειν τὸν νόμον·
” 他确实向他们转达了所受的嘱托,而对他们来说,一方面他们赞同援助雅典人,但另一方面他们当时又无法立即行动,因为他们不愿违背法律。
ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς εἰνάτη, εἰνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν μὴ οὐ πλήρεος ἐόντος τοῦ κύκλου.
因为当时正是上弦月第九日,他们声称在月亮未圆满(满月)之前,九日那天他们是不能出征的。