§6.104.1οὗτος δὴ ὦν τότε ὁ Μιλτιάδης ἥκων ἐκ τῆς Χερσονήσου καὶ ἐκπεφευγὼς διπλόον θάνατον ἐστρατήγεε Ἀθηναίων.
因此,当时这位米太亚德从赫索尼苏斯归来,逃过了双重的死亡,担任着雅典人的将军。
ἅμα μὲν γὰρ οἱ Φοίνικες αὐτὸν οἱ ἐπιδιώξαντες μέχρι Ἴμβρου περὶ πολλοῦ ἐποιεῦντο λαβεῖν τε καὶ ἀναγαγεῖν παρὰ βασιλέα· §6.104.2ἅμα δὲ ἐκφυγόντα τε τούτους καὶ ἀπικόμενον ἐς τὴν ἑωυτοῦ δοκέοντά τε εἶναι ἐν σωτηρίῃ ἤδη, τὸ ἐνθεῦτέν μιν οἱ ἐχθροὶ ὑποδεξάμενοι ὑπὸ δικαστήριον αὐτὸν ἀγαγόντες ἐδίωξαν τυραννίδος τῆς ἐν Χερσονήσῳ.
因为一方面,那些一直追击他到因布罗斯的腓尼基人,极力想要俘获他并带到波斯王面前;另一方面,当他避开这些人并回到自己的土地、以为自己已经安全时,此后他的仇敌们伺机迎候,将他带到法庭,起诉他在赫索尼苏斯的僭主统治之罪。
ἀποφυγὼν δὲ καὶ τούτους στρατηγὸς οὕτω Ἀθηναίων ἀπεδέχθη, αἱρεθεὶς ὑπὸ τοῦ δήμου.
但他同样也避开了这些人,从而被人民选为雅典人的将军。