Humanitext Reader

希罗多德 · 历史 §6.103.1-6.103.4

雅典出兵马拉松与将领米太亚德的家世

第 1009 段,共 1577 段 · 希腊语

内容简介

叙述了雅典人出兵马拉松,并介绍了将军米太亚德的父亲西蒙三次赢得奥林匹亚胜利以及随后悲惨遇害的历史背景。

§6.103.1Ἀθηναῖοι δὲ ὡς ἐπύθοντο ταῦτα, ἐβοήθεον καὶ αὐτοὶ ἐς τὸν Μαραθῶνα.
雅典人一听闻此事,他们自己也赶往马拉松增援。
ἦγον δὲ σφέας στρατηγοὶ δέκα, τῶν ὁ δέκατος ἦν Μιλτιάδης·
率领他们的是十位将军,其中第十位是米太亚德。
τοῦ τὸν πατέρα Κίμωνα τὸν Στησαγόρεω κατέλαβε φυγεῖν ἐξ Ἀθηνέων Πεισίστρατον τὸν Ἱπποκράτεος.
他的父亲,斯特萨哥拉斯之子西蒙,曾因希波克拉底之子庇西特拉图而被迫流亡雅典境外。
§6.103.2καὶ αὐτῷ φεύγοντι Ὀλυμπιάδα ἀνελέσθαι τεθρίππῳ συνέβη, καὶ ταύτην μὲν τὴν νίκην ἀνελόμενόν μιν τὠυτὸ ἐξενείκασθαι τῷ ὁμομητρίῳ ἀδελφεῷ Μιλτιάδῃ·
在他流亡期间,他恰好在四马战车比赛中赢得了奥林匹亚的胜利;通过赢得这次胜利,他获得了与同母异父兄弟米太亚德相同的荣誉。
μετὰ δὲ τῇ ὑστέρῃ Ὀλυμπιάδι τῇσι αὐτῇσι ἵπποισι νικῶν παραδιδοῖ Πεισιστράτῳ ἀνακηρυχθῆναι, καὶ τὴν νίκην παρεὶς τούτῳ κατῆλθε ἐπὶ τὰ ἑωυτοῦ ὑπόσπονδος.
在下一届奥林匹亚竞技会上,他用同样的马匹再次获胜,他将胜利让予庇西特拉图,使后者得以被宣布为获胜者,在将胜利让给他之后,西蒙通过协约回到了自己的家园。
§6.103.3καί μιν ἀνελόμενον τῇσι αὐτῇσι ἵπποισι ἄλλην Ὀλυμπιάδα κατέλαβε ἀποθανεῖν ὑπὸ τῶν Πεισιστράτου παίδων, οὐκέτι περιεόντος αὐτοῦ Πεισιστράτου· κτείνουσι δὲ οὗτοί μιν κατὰ τὸ πρυτανήιον νυκτὸς ὑπείσαντες ἄνδρας.
当他用同样的马匹赢得又一次奥林匹亚胜利时,他却遭遇了死于庇西特拉图儿子们之手的命运,当时庇西特拉图本人已不在人世;他们派人在夜间埋伏,在市政厅附近杀害了他。
τέθαπται δὲ Κίμων πρὸ τοῦ ἄστεος, πέρην τῆς διὰ Κοίλης καλεομένης ὁδοῦ· καταντίον δʼ αὐτοῦ αἱ ἵπποι τεθάφαται αὗται αἱ τρεῖς Ὀλυμπιάδας ἀνελόμεναι.
西蒙被安葬在城前,在被称为“穿过高勒”的道路对过;在他墓地的对面,安葬着那三匹曾赢得三次奥林匹亚胜利的马。
§6.103.4ἐποίησαν δὲ καὶ ἄλλαι ἵπποι ἤδη τὠυτὸ τοῦτο Εὐαγόρεω Λάκωνος, πλέω δὲ τουτέων οὐδαμαί.
拉哥尼亚人埃瓦哥拉斯的其他马匹此前也曾做到过完全相同的事情,但没有任何马匹能超过这个次数。
ὁ μὲν δὴ πρεσβύτερος τῶν παίδων τῷ Κίμωνι Στησαγόρης ἦν τηνικαῦτα παρὰ τῷ πάτρῳ Μιλτιάδῃ τρεφόμενος ἐν τῇ Χερσονήσῳ, ὁ δὲ νεώτερος παρʼ αὐτῷ Κίμωνι ἐν Ἀθήνῃσι, οὔνομα ἔχων ἀπὸ τοῦ οἰκιστέω τῆς Χερσονήσου Μιλτιάδεω Μιλτιάδης.
当时,在西蒙的儿子中,长子斯特萨哥拉斯在赫索尼苏斯由其叔父米太亚德抚养,而次子则与西蒙本人一起在雅典,因继承了赫索尼苏斯建立者米太亚德的名字而被称为米太亚德。

词汇与语法注释

  1. 6.103.1τοῦ τὸν πατέρα Κίμωνα τὸν Στησαγόρεω κατέλαβε φυγεῖν ἐξ Ἀθηνέων Πεισίστρατον τὸν Ἱπποκράτεος — 关系代词 `τοῦ` 是指代米太亚德(Miltiades)的属格。动词 `κατέλαβε` 在希罗多德著作中常作非人称用法,表示“命运使某人遭遇……”或“被迫……”,后接不定式 `φυγεῖν` 及其主格宾格 `τὸν πατέρα Κίμωνα...`。从语法上看,作为流亡原因的动作发出者 `Πεισίστρατον`(宾格)本应为主格 `Πεισίστρατος`,此处采用宾格可能是受到周围宾格(如 `Κίμωνα` 等)的影响而产生的格同化现象,或是表示避开庇西特拉图的习语性表达。
  2. 6.103.2τὠυτὸ ἐξενείκασθαι τῷ ὁμομητρίῳ ἀδελφεῷ Μιλτιάδῃ — `ἐξενείκασθαι` 是 `ἐκφέρω` 的不定过去时中动不定式,意为“赢得”或“获得(奖项等)”。`τὠυτὸ`(`τὸ αὐτό` 的缩合)是中性单数宾格,意为“同样的(荣誉)”。`τῷ ὁμομητρίῳ ἀδελφεῷ`(同母异父兄弟)是比较与格,表示西蒙所获得的奥林匹亚胜利与他的同母异父兄弟大米太亚德此前获得的胜利具有同等荣誉。
  3. 6.103.4τῷ Κίμωνι — 关系(或所有)与格,修饰名词短语 `ὁ πρεσβύτερος τῶν παίδων`(儿子中的长子),表示“对西蒙而言的儿子们”,即“西蒙的儿子们”。

引用这一段

希罗多德, 历史 §6.103.1-6.103.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.103.1-6.103.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。