§6.103.1Ἀθηναῖοι δὲ ὡς ἐπύθοντο ταῦτα, ἐβοήθεον καὶ αὐτοὶ ἐς τὸν Μαραθῶνα.
When the Athenians learned of this, they also marched to Marathon to bring aid.
ἦγον δὲ σφέας στρατηγοὶ δέκα, τῶν ὁ δέκατος ἦν Μιλτιάδης·
They were led by ten generals, of whom the tenth was Miltiades.
τοῦ τὸν πατέρα Κίμωνα τὸν Στησαγόρεω κατέλαβε φυγεῖν ἐξ Ἀθηνέων Πεισίστρατον τὸν Ἱπποκράτεος.
It had befallen his father, Cimon the son of Stesagoras, to flee from Athens because of Peisistratus the son of Hippocrates.
§6.103.2καὶ αὐτῷ φεύγοντι Ὀλυμπιάδα ἀνελέσθαι τεθρίππῳ συνέβη, καὶ ταύτην μὲν τὴν νίκην ἀνελόμενόν μιν τὠυτὸ ἐξενείκασθαι τῷ ὁμομητρίῳ ἀδελφεῷ Μιλτιάδῃ·
And while he was in exile, it happened to him to win an Olympic victory with a four-horse chariot; and by winning this victory, he gained the same honor as his maternal half-brother Miltiades.
μετὰ δὲ τῇ ὑστέρῃ Ὀλυμπιάδι τῇσι αὐτῇσι ἵπποισι νικῶν παραδιδοῖ Πεισιστράτῳ ἀνακηρυχθῆναι, καὶ τὴν νίκην παρεὶς τούτῳ κατῆλθε ἐπὶ τὰ ἑωυτοῦ ὑπόσπονδος.
At the next Olympic festival, winning with the very same horses, he allowed Peisistratus to be proclaimed the victor, and having yielded the victory to him, he returned to his own possessions under a truce.
§6.103.3καί μιν ἀνελόμενον τῇσι αὐτῇσι ἵπποισι ἄλλην Ὀλυμπιάδα κατέλαβε ἀποθανεῖν ὑπὸ τῶν Πεισιστράτου παίδων, οὐκέτι περιεόντος αὐτοῦ Πεισιστράτου· κτείνουσι δὲ οὗτοί μιν κατὰ τὸ πρυτανήιον νυκτὸς ὑπείσαντες ἄνδρας.
And after he had won another Olympic victory with the same horses, it befell him to die at the hands of the sons of Peisistratus, when Peisistratus himself was no longer alive; they killed him near the town hall, having set men in ambush by night.
τέθαπται δὲ Κίμων πρὸ τοῦ ἄστεος, πέρην τῆς διὰ Κοίλης καλεομένης ὁδοῦ· καταντίον δʼ αὐτοῦ αἱ ἵπποι τεθάφαται αὗται αἱ τρεῖς Ὀλυμπιάδας ἀνελόμεναι.
Cimon is buried before the city, across the road called "through Coele"; and opposite him are buried those very horses that had won the three Olympic victories.
§6.103.4ἐποίησαν δὲ καὶ ἄλλαι ἵπποι ἤδη τὠυτὸ τοῦτο Εὐαγόρεω Λάκωνος, πλέω δὲ τουτέων οὐδαμαί.
Other horses indeed, those of Evagoras the Laconian, had already done this very same thing, but none more than these.
ὁ μὲν δὴ πρεσβύτερος τῶν παίδων τῷ Κίμωνι Στησαγόρης ἦν τηνικαῦτα παρὰ τῷ πάτρῳ Μιλτιάδῃ τρεφόμενος ἐν τῇ Χερσονήσῳ, ὁ δὲ νεώτερος παρʼ αὐτῷ Κίμωνι ἐν Ἀθήνῃσι, οὔνομα ἔχων ἀπὸ τοῦ οἰκιστέω τῆς Χερσονήσου Μιλτιάδεω Μιλτιάδης.
Now of Cimon's sons, the elder, Stesagoras, was at that time being brought up in the Chersonese by his uncle Miltiades, while the younger was with Cimon himself in Athens, having the name Miltiades after the founder of the Chersonese, Miltiades.