§5.98.1Ἀρισταγόρης δὲ προπλώσας καὶ ἀπικόμενος ἐς τὴν Μίλητον, ἐξευρὼν βούλευμα ἀπʼ οὗ Ἴωσι μὲν οὐδεμία ἔμελλε ὠφελίη ἔσεσθαι, οὐδʼ ὦν οὐδὲ τούτου εἵνεκα ἐποίεε ἀλλʼ ὅκως βασιλέα Δαρεῖον λυπήσειε, ἔπεμψε ἐς τὴν Φρυγίην ἄνδρα ἐπὶ τοὺς Παίονας τοὺς ἀπὸ Στρυμόνος ποταμοῦ αἰχμαλώτους γενομένους ὑπὸ Μεγαβάζου, οἰκέοντας δὲ τῆς Φρυγίης χῶρόν τε καὶ κώμην ἐπʼ ἑωυτῶν·
阿里斯塔戈拉斯先行航行并抵达米利都,他想出了一个计谋,这计谋对伊奥尼亚人毫无益处,而他实际上也并非为此而做,而只是为了让大流士王恼怒。 他派遣了一个人前往弗里吉亚,去到那些曾被迈加巴佐斯从斯特里蒙河畔俘虏来、如今在弗里吉亚独自拥有一块土地和村庄居住的派奥尼亚人那里。
ὃς ἐπειδὴ ἀπίκετο ἐς τοὺς Παίονας, ἔλεγε τάδε. §5.98.2ἄνδρες Παίονες, ἔπεμψέ με Ἀρισταγόρης ὁ Μιλήτου τύραννος σωτηρίην ὑποθησόμενον ὑμῖν, ἤν περ βούλησθε πείθεσθαι.
当这个人到达派奥尼亚人那里时,他说了以下的话: “派奥尼亚的人们啊,米利都的僭主阿里斯塔戈拉斯派我来,向你们提出一个安全脱身的办法,只要你们愿意听从。
νῦν γὰρ Ἰωνίη πᾶσα ἀπέστηκε ἀπὸ βασιλέος, καὶ ὑμῖν παρέχει σώζεσθαι ἐπὶ τὴν ὑμετέρην αὐτῶν·
因为现在整个伊奥尼亚都已经背叛了国王,这让你们有可能安全返回自己的故乡。
μέχρι μὲν θαλάσσης αὐτοῖσι ὑμῖν, τὸ δὲ ἀπὸ τούτου ἡμῖν ἤδη μελήσει.
在到达大海之前,这取决于你们自己,而从那以后,这就将由我们来负责了。
§5.98.3ταῦτα δὲ ἀκούσαντες οἱ Παίονες κάρτα τε ἀσπαστὸν ἐποιήσαντο καὶ ἀναλαβόντες παῖδας καὶ γυναῖκας ἀπεδίδρησκον ἐπὶ θάλασσαν, οἳ δὲ τινὲς αὐτῶν καὶ κατέμειναν ἀρρωδήσαντες αὐτοῦ.
” 派奥尼亚人听了这话,非常高兴,他们带上家眷和妻子,向大海逃去;但他们中的一些人因感到害怕而留在了原地。
ἐπείτε δὲ οἱ Παίονες ἀπίκοντο ἐπὶ θάλασσαν, ἐνθεῦτεν ἐς Χίον διέβησαν.
当派奥尼亚人到达海边后,便从那里渡海到了希奥斯。
§5.98.4ἐόντων δὲ ἤδη ἐν Χίῳ, κατὰ πόδας ἐληλύθεε Περσέων ἵππος πολλὴ διώκουσα τοὺς Παίονας.
当他们已经在希奥斯时,大批波斯骑兵紧随其后追击派奥尼亚人。
ὡς δὲ οὐ κατέλαβον, ἐπηγγέλλοντο ἐς τὴν Χίον τοῖσι Παίοσι ὅκως ἂν ὀπίσω ἀπέλθοιεν.
由于未能追上,他们便派人到希奥斯的派奥尼亚人那里,要求他们回去。
οἱ δὲ Παίονες τοὺς λόγους οὐκ ἐνεδέκοντο, ἀλλʼ ἐκ Χίου μὲν Χῖοι σφέας ἐς Λέσβον ἤγαγον, Λέσβιοι δὲ ἐς Δορίσκον ἐκόμισαν, ἐνθεῦτεν δὲ πεζῇ κομιζόμενοι ἀπίκοντο ἐς Παιονίην.
但派奥尼亚人并不接受这些话,反而由希奥斯人将他们从希奥斯带到莱斯博斯,莱斯博斯人又将他们运到多里斯科斯,从那里他们徒步旅行,最终抵达了派奥尼亚。