§5.97.1νομίζουσι δὲ ταῦτα καὶ διαβεβλημένοισι ἐς τοὺς Πέρσας, ἐν τούτῳ δὴ τῷ καιρῷ ὁ Μιλήσιος Ἀρισταγόρης, ὑπὸ Κλεομένεος τοῦ Λακεδαιμονίου ἐξελασθεὶς ἐκ τῆς Σπάρτης, ἀπίκετο ἐς Ἀθήνας· αὕτη γὰρ ἡ πόλις τῶν λοιπέων ἐδυνάστευε μέγιστον.
当雅典人持有这一想法,且已与波斯人交恶的时刻,米利都人阿里斯塔戈拉斯被拉刻代蒙人克莱奥梅内斯逐出斯巴达,抵达了雅典;因为在其余城邦中,这座城市最为强大。
ἐπελθὼν δὲ ἐπὶ τὸν δῆμον ὁ Ἀρισταγόρης ταὐτὰ ἔλεγε τὰ καὶ ἐν τῇ Σπάρτῃ περὶ τῶν ἀγαθῶν τῶν ἐν τῇ Ἀσίῃ καὶ τοῦ πολέμου τοῦ Περσικοῦ, ὡς οὔτε ἀσπίδα οὔτε δόρυ νομίζουσι εὐπετέες τε χειρωθῆναι εἴησαν.
阿里斯塔戈拉斯来到公民大会,讲述了他在斯巴达讲过的同样的话,关于亚细亚的富庶和波斯人的战争方式,说他们既不用盾也不用矛,且极易被征服。
§5.97.2ταῦτά τε δὴ ἔλεγε καὶ πρὸς τοῖσι τάδε, ὡς οἱ Μιλήσιοι τῶν Ἀθηναίων εἰσὶ ἄποικοι, καὶ οἰκός σφεας εἴη ῥύεσθαι δυναμένους μέγα· καὶ οὐδὲν ὅ τι οὐκ ὑπίσχετο οἷα κάρτα δεόμενος, ἐς ὃ ἀνέπεισε σφέας.
他说了这些,此外还加上这些:米利都人是雅典人的殖民者,而拥有强大力量的雅典人保护他们是理所当然的;他像一个极其穷途末路的人一样,无所不许,直到最终说服了他们。
πολλοὺς γὰρ οἶκε εἶναι εὐπετέστερον διαβάλλειν ἢ ἕνα, εἰ Κλεομένεα μὲν τὸν Λακεδαιμόνιον μοῦνον οὐκ οἷός τε ἐγένετο διαβάλλειν, τρεῖς δὲ μυριάδας Ἀθηναίων ἐποίησε τοῦτο.
因为欺骗多数人似乎确实比欺骗一人更为容易,因为他虽无法欺骗拉刻代蒙人克莱奥梅内斯一人,却对三万雅典人做成了这件事。
§5.97.3Ἀθηναῖοι μὲν δὴ ἀναπεισθέντες ἐψηφίσαντο εἴκοσι νέας ἀποστεῖλαι βοηθοὺς Ἴωσι, στρατηγὸν ἀποδέξαντες αὐτῶν εἶναι Μελάνθιον ἄνδρα τῶν ἀστῶν ἐόντα τὰ πάντα δόκιμον·
被说服的雅典人投票决定派遣二十艘船去援助伊奥尼亚人,并任命公民中在各方面都极有威望的梅兰提乌斯为这些船只的指挥官。
αὗται δὲ αἱ νέες ἀρχὴ κακῶν ἐγένοντο Ἕλλησί τε καὶ βαρβάροισι.
而这些船只便成了希腊人和蛮族双方灾难的开端。