§5.92C.1τοῦτο μὲν δὴ τοῖσι Βακχιάδῃσι πρότερον γενόμενον ἦν ἀτέκμαρτον· τότε δὲ τὸ Ἠετίωνι γενόμενον ὡς ἐπύθοντο, αὐτίκα καὶ τὸ πρότερον συνῆκαν ἐὸν συνῳδὸν τῷ Ἠετίωνος.
对于巴克基亚德斯人来说,此前得到的这道谕示曾经是难以理解的;然而当时,他们一听说给予埃埃提翁的谕示,便立刻明白先前的那道谕示也是与埃埃提翁的谕示相吻合的。
συνέντες δὲ καὶ τοῦτο εἶχον ἐν ἡσυχίῃ, ἐθέλοντες τὸν μέλλοντα Ἠετίωνι γίνεσθαι γόνον διαφθεῖραι.
明白了这一点后,他们按兵不动,企图除掉埃埃提翁将要出生的后代。
ὡς δʼ ἔτεκε ἡ γυνὴ τάχιστα, πέμπουσι σφέων αὐτῶν δέκα ἐς τὸν δῆμον ἐν τῷ κατοίκητο ὁ Ἠετίων ἀποκτενέοντας τὸ παιδίον.
当他的妻子一生产,他们就从自己人中派了十个前往埃埃提翁所居住的村落,准备杀掉这个孩子。
§5.92C.2ἀπικόμενοι δὲ οὗτοι ἐς τὴν Πέτρην καὶ παρελθόντες ἐς τὴν αὐλὴν τὴν Ἠετίωνος αἴτεον τὸ παιδίον·
这些人来到佩特拉,进入埃埃提翁的庭院,要求带走孩子。
ἡ δὲ Λάβδα εἰδυῖά τε οὐδὲν τῶν εἵνεκα ἐκεῖνοι ἀπικοίατο, καὶ δοκέουσα σφέας φιλοφροσύνης τοῦ πατρὸς εἵνεκα αἰτέειν, φέρουσα ἐνεχείρισε αὐτῶν ἑνί.
而拉布达对他们前来的目的全无所知,以为他们是出于对其父亲的善意才要这孩子的,便把孩子抱来,交给了他们中的一个人。
τοῖσι δὲ ἄρα ἐβεβούλευτο κατʼ ὁδὸν τὸν πρῶτον αὐτῶν λαβόντα τὸ παιδίον προσουδίσαι.
然而,其实他们在路上就已经商定好,他们中第一个接过孩子的,就要把孩子摔在地上。
§5.92C.3ἐπεὶ ὦν ἔδωκε φέρουσα ἡ Λάβδα, τὸν λαβόντα τῶν ἀνδρῶν θείῃ τύχῃ προσεγέλασε τὸ παιδίον, καὶ τὸν φρασθέντα τοῦτο οἶκτός τις ἴσχει ἀποκτεῖναι, κατοικτείρας δὲ παραδιδοῖ τῷ δευτέρῳ, ὁ δὲ τῷ τρίτῳ.
因此,当拉布达抱来并交出孩子时,在神意的安排下,孩子对接过他的那个人笑了;当那人注意到这一点时,一种怜悯之情使他不忍杀害孩子,出于同情,他把孩子递给了第二个人,而第二个人又交给了第三个人。
οὕτω δὴ διεξῆλθε διὰ πάντων τῶν δέκα παραδιδόμενον, οὐδενὸς βουλομένου διεργάσασθαι.
就这样,孩子在递送中传遍了所有十个人,谁也不愿意下毒手。
§5.92C.4ἀποδόντες ὦν ὀπίσω τῇ τεκούσῃ τὸ παιδίον καὶ ἐξελθόντες ἔξω, ἑστεῶτες ἐπὶ τῶν θυρέων ἀλλήλων ἅπτοντο καταιτιώμενοι, καὶ μάλιστα τοῦ πρώτου λαβόντος, ὅτι οὐκ ἐποίησε κατὰ τὰ δεδογμένα, ἐς ὃ δή σφι χρόνου ἐγγινομένου ἔδοξε αὖτις παρελθόντας πάντας τοῦ φόνου μετίσχειν.
于是,他们把孩子还给了生他的母亲,走到门外,站在门口开始互相指责,特别是责怪那第一个接孩子的,因为他没有按照商定的计划行动;直到过了一些时候,他们决定再次进去,全员参与这次谋杀。