§5.7.1οὗτοι μὲν σφέων οἱ ἐπιφανέστατοι νόμοι εἰσί, θεοὺς δὲ σέβονται μούνους τούσδε, Ἄρεα καὶ Διόνυσον καὶ Ἄρτεμιν.
这些是他们最显著的习俗。 至于神明,他们只崇拜以下几位:阿瑞斯、狄奥尼索斯和阿耳忒弥斯。
οἱ δὲ βασιλέες αὐτῶν, πάρεξ τῶν ἄλλων πολιητέων, σέβονται Ἑρμέην μάλιστα θεῶν, καὶ ὀμνύουσι μοῦνον τοῦτον, καὶ λέγουσι γεγονέναι ἀπὸ Ἑρμέω ἑωυτούς.
然而他们的国王们,与其他公民不同,在诸神中最崇拜赫尔墨斯,并且只指着这位神起誓,还声称他们自己是赫尔墨斯的后裔。