§5.66.1Ἀθῆναι, ἐοῦσαι καὶ πρὶν μεγάλαι, τότε ἀπαλλαχθεῖσαι τυράννων ἐγίνοντο μέζονες·
雅典先前就已经很强大,这时摆脱了僭主统治,变得更加强大。
ἐν δὲ αὐτῇσι δύο ἄνδρες ἐδυνάστευον, Κλεισθένης τε ἀνὴρ Ἀλκμεωνίδης, ὅς περ δὴ λόγον ἔχει τὴν Πυθίην ἀναπεῖσαι, καὶ Ἰσαγόρης Τισάνδρου οἰκίης μὲν ἐὼν δοκίμου, ἀτὰρ τὰ ἀνέκαθεν οὐκ ἔχω φράσαι· θύουσι δὲ οἱ συγγενέες αὐτοῦ Διὶ Καρίῳ.
在该城中,有两个男子在争夺权势:克里斯提尼,他是阿尔克美翁家族的人,也就是那个被传言说服了皮提亚的人;以及提桑德罗斯之子伊萨格拉斯,他虽出身名门,但我无法说清其祖先渊源;不过他的亲属们向卡里亚的宙斯献祭。
§5.66.2οὗτοι οἱ ἄνδρες ἐστασίασαν περὶ δυνάμιος, ἑσσούμενος δὲ ὁ Κλεισθένης τὸν δῆμον προσεταιρίζεται.
这些人在权势上互相争斗,处于劣势的克里斯提尼便拉拢平民作为自己的盟友。
μετὰ δὲ τετραφύλους ἐόντας Ἀθηναίους δεκαφύλους ἐποίησε, τῶν Ἴωνος παίδων Γελέοντος καὶ Αἰγικόρεος καὶ Ἀργάδεω καὶ Ὅπλητος ἀπαλλάξας τὰς ἐπωνυμίας, ἐξευρὼν δὲ ἑτέρων ἡρώων ἐπωνυμίας ἐπιχωρίων, πάρεξ Αἴαντος· τοῦτον δὲ ἅτε ἀστυγείτονα καὶ σύμμαχον, ξεῖνον ἐόντα προσέθετο.
随后,他把原本分为四个部落的雅典人改成了十个部落,废除了源自伊翁之子们——葛莱翁、埃吉科雷斯、阿尔加德斯与霍普莱斯的名字,并用其他本土英雄的名字取而代之,但埃阿斯除外;至于埃阿斯,虽然他是一个外邦人,但他因为是近邻和盟友而被接纳进来。