§5.65.1καὶ οὐδέν τι πάντως ἂν ἐξεῖλον Πεισιστρατίδας οἱ Λακεδαιμόνιοι· οὔτε γὰρ ἐπέδρην ἐπενόεον ποιήσασθαι, οἵ τε Πεισιστρατίδαι σίτοισι καὶ ποτοῖσι εὖ παρεσκευάδατο, πολιορκήσαντές τε ἂν ἡμέρας ὀλίγας ἀπαλλάσσοντο ἐς τὴν Σπάρτην.
斯巴达人绝不可能攻下庇西特拉图的儿子们;因为他们既无意进行长期围困,而庇西特拉图的儿子们也储备了充足的食物和饮料,围攻几天后他们本就会撤回斯巴达。
νῦν δὲ συντυχίη τοῖσι μὲν κακὴ ἐπεγένετο, τοῖσι δὲ ἡ αὐτὴ αὕτη σύμμαχος· ὑπεκτιθέμενοι γὰρ ἔξω τῆς χώρης οἱ παῖδες τῶν Πεισιστρατιδέων ἥλωσαν.
但事实上,一个巧合发生了,这对前者是不幸,对后者却同样是盟友;因为庇西特拉图家那些正被秘密送往国外的孩子们被俘获了。
§5.65.2τοῦτο δὲ ὡς ἐγένετο, πάντα αὐτῶν τὰ πρήγματα συνετετάρακτο, παρέστησαν δὲ ἐπὶ μισθῷ τοῖσι τέκνοισι, ἐπʼ οἷσι ἐβούλοντο οἱ Ἀθηναῖοι, ὥστε ἐν πέντε ἡμέρῃσι ἐκχωρῆσαι ἐκ τῆς Ἀττικῆς.
这件事发生后,他们的一切局势都陷入混乱,他们为了换回孩子们,便以雅典人所希望的条件投降,同意在五天之内撤出阿提卡。
§5.65.3μετὰ δὲ ἐξεχώρησαν ἐς Σίγειον τὸ ἐπὶ τῷ Σκαμάνδρῳ, ἄρξαντες μὲν Ἀθηναίων ἐπʼ ἔτεα ἕξ τε καὶ τριήκοντα, ἐόντες δὲ καὶ οὗτοι ἀνέκαθεν Πύλιοί τε καὶ Νηλεῖδαι, ἐκ τῶν αὐτῶν γεγονότες καὶ οἱ ἀμφὶ Κόδρον τε καὶ Μέλανθον, οἳ πρότερον ἐπήλυδες ἐόντες ἐγένοντο Ἀθηναίων βασιλέες.
此后,他们在统治了雅典人三十六年之后,撤退到了斯卡曼德罗斯河畔的西盖翁。 他们自己追根溯源也是皮洛斯人和内琉斯后裔,与从前虽为外来者却成为雅典人国王的科德罗斯和梅兰托斯一族源自相同的先祖。
§5.65.4ἐπὶ τούτου δὲ καὶ τὠυτὸ οὔνομα ἀπεμνημόνευσε Ἱπποκράτης τῷ παιδὶ θέσθαι τὸν Πεισίστρατον, ἐπὶ τοῦ Νέστορος Πεισιστράτου ποιεύμενος τὴν ἐπωνυμίην.
鉴于这一渊源,希波克拉底也留心给自己的孩子起同样的名字——庇西特拉图,这是以内斯托尔之子庇西特拉图的名字来命名的。
§5.65.5οὕτω μὲν Ἀθηναῖοι τυράννων ἀπαλλάχθησαν· ὅσα δὲ ἐλευθερωθέντες ἔρξαν ἢ ἔπαθον ἀξιόχρεα ἀπηγήσιος, πρὶν ἢ Ἰωνίην τε ἀποστῆναι ἀπὸ Δαρείου καὶ Ἀρισταγόρεα τὸν Μιλήσιον ἀπικόμενον ἐς Ἀθήνας χρηίσαι σφέων βοηθέειν, ταῦτα πρῶτα φράσω.
雅典人就是这样摆脱了僭主;而在伊奥尼亚背叛大流士、以及米利都的阿里斯塔戈拉斯抵达雅典请求他们协助之前,他们重获自由后所做的或遭受的值得记叙的大事,我将首先予以说明。