§5.42.1ὁ μὲν δὴ Κλεομένης, ὡς λέγεται, ἦν τε οὐ φρενήρης ἀκρομανής τε, ὁ δὲ Δωριεὺς ἦν τῶν ἡλίκων πάντων πρῶτος, εὖ τε ἐπίστατο κατʼ ἀνδραγαθίην αὐτὸς σχήσων τὴν βασιληίην.
据说,克莱奥梅涅斯并非心智健全,甚至有些疯癫;而多里哀乌斯则是同龄人中的第一人,深信凭着自己的英勇才干,自己终将继承王位。
§5.42.2ὥστε ὦν οὕτω φρονέων, ἐπειδὴ ὅ τε Ἀναξανδρίδης ἀπέθανε καὶ οἱ Λακεδαιμόνιοι χρεώμενοι τῷ νόμῳ ἐστήσαντο βασιλέα τὸν πρεσβύτατον Κλεομένεα, ὁ Δωριεὺς δεινόν τε ποιεύμενος καὶ οὐκ ἀξιῶν ὑπὸ Κλεομένεος βασιλεύεσθαι, αἰτήσας λεὼν Σπαρτιήτας ἦγε ἐς ἀποικίην, οὔτε τῷ ἐν Δελφοῖσι χρηστηρίῳ χρησάμενος ἐς ἥντινα γῆν κτίσων ἴῃ, οὔτε ποιήσας οὐδὲν τῶν νομιζομένων· οἷα δὲ βαρέως φέρων, ἀπίει ἐς τὴν Λιβύην τὰ πλοῖα·
由于他抱有这样的想法,所以当阿纳克桑德里德斯去世、拉栖代梦人遵循法律立长子克莱奥梅涅斯为王时,多里哀乌斯感到难以容忍,不屑于接受克莱奥梅涅斯的统治。 于是,他向斯巴达人请求了一支队伍,率领他们前去建立殖民地。 他既没有请示德尔斐的神谕他该去往何处定居,也没有履行任何惯常的仪式;而是出于满腔愤恨,直接驾船前往利比亚。
κατηγέοντο δέ οἱ ἄνδρες Θηραῖοι.
一些泰拉人成了他的向导。
§5.42.3ἀπικόμενος δὲ ἐς Λιβύην οἴκισε χῶρον κάλλιστον τῶν Λιβύων παρὰ Κίνυπα ποταμόν.
抵达利比亚后,他在基尼普斯河畔定居下来,那里是利比亚最美丽的地方。
ἐξελασθεὶς δὲ ἐνθεῦτεν τρίτῳ ἔτεϊ ὑπὸ Μακέων τε Λιβύων καὶ Καρχηδονίων ἀπίκετο ἐς Πελοπόννησον.
但在第三年,他被利比亚的马凯斯人及迦太基人驱逐出境,回到了伯罗奔尼撒。