Humanitext Reader

希罗多德 · 历史 §5.36.1-5.36.4

赫卡泰乌斯的谏言与反叛决议

第 805 段,共 1577 段 · 希腊语

内容简介

阿里斯塔戈拉斯与同党商议,赫卡泰乌斯虽反对战争,但建议通过夺取布兰基代神殿的财宝来争夺海上霸权。虽然该提议未获通过,但他们仍决定叛乱,并计划前往缪乌斯逮捕将军们。

§5.36.1Ἱστιαῖος μέν νυν ταῦτα διανοεύμενος ἀπέπεμπε τὸν ἄγγελον, Ἀρισταγόρῃ δὲ συνέπιπτε τοῦ αὐτοῦ χρόνου πάντα ταῦτα συνελθόντα.
希斯提哀乌斯怀着这些想法派出了使者,而对阿里斯塔戈拉斯来说,恰好在同一时间,所有这些事情都凑到了一起。
ἐβουλεύετο ὦν μετὰ τῶν στασιωτέων, ἐκφήνας τήν τε ἑωυτοῦ γνώμην καὶ τὰ παρὰ τοῦ Ἱστιαίου ἀπιγμένα.
于是,他向同党们公开了自己的想法以及从希斯提哀乌斯那里送达的消息,并与他们商议。
§5.36.2οἱ μὲν δὴ ἄλλοι πάντες γνώμην κατὰ τὠυτὸ ἐξεφέροντο, κελεύοντες ἀπίστασθαι· Ἑκαταῖος δʼ ὁ λογοποιὸς πρῶτα μὲν οὐκ ἔα πόλεμον βασιλέι τῶν Περσέων ἀναιρέεσθαι, καταλέγων τά τε ἔθνεα πάντα τῶν ἦρχε Δαρεῖος καὶ τὴν δύναμιν αὐτοῦ.
其余所有人都一致发表意见,主张进行叛乱;但历史编纂者赫卡泰乌斯最初劝阻他们不要对波斯国王发起战争,他一一列举了戴雷乌斯所统治的所有民族以及他的强大力量。
ἐπείτε δὲ οὐκ ἔπειθε, δεύτερα συνεβούλευε ποιέειν ὅκως ναυκρατέες τῆς θαλάσσης ἔσονται.
但是,当他无法说服他们时,他提出了第二个建议,即设法使他们成为海上的霸主。
§5.36.3ἄλλως μέν νυν οὐδαμῶς ἔφη λέγων ἐνορᾶν ἐσόμενον τοῦτο· ἐπίστασθαι γὰρ τὴν δύναμιν τῶν Μιλησίων ἐοῦσαν ἀσθενέα· εἰ δὲ τὰ χρήματα καταιρεθείη τὰ ἐκ τοῦ ἱροῦ τοῦ ἐν Βραγχίδῃσι, τὰ Κροῖσος ὁ Λυδὸς ἀνέθηκε, πολλὰς εἶχε ἐλπίδας ἐπικρατήσειν τῆς θαλάσσης, καὶ οὕτω αὐτούς τε ἕξειν τοῖσι χρήμασι χρᾶσθαι καὶ τοὺς πολεμίους οὐ συλήσειν αὐτά.
他指出,除此以外,他看不出有任何实现这一目标的可能,因为他知道米利都人的力量十分弱小;但如果能取用吕底亚人克罗伊索斯所献纳的、位于布兰基代神殿中的财宝,他便极有希望控制海洋,这样他们自己就有资金可以使用,而且敌人也无法掠夺这些财宝。
§5.36.4τὰ δὲ χρήματα ἦν ταῦτα μεγάλα, ὡς δεδήλωταί μοι ἐν τῷ πρώτῳ τῶν λόγων.
这些财宝十分巨额,正如我在第一卷书中所说明的那样。
αὕτη μὲν δὴ οὐκ ἐνίκα ἡ γνώμη, ἐδόκεε δὲ ὅμως ἀπίστασθαι, ἕνα τε αὐτῶν πλώσαντα ἐς Μυοῦντα ἐς τὸ στρατόπεδον τὸ ἀπὸ τῆς Νάξου ἀπελθόν, ἐὸν ἐνθαῦτα, συλλαμβάνειν πειρᾶσθαι τοὺς ἐπὶ τῶν νεῶν ἐπιπλέοντας στρατηγούς.
尽管这一提议最终没有获得通过,但他们仍然决定进行叛乱,并同意派他们中的一个人乘船前往缪乌斯,到那支从纳克索斯撤回并驻扎在那里的军营中,企图逮捕那些在船上指挥的将军们。

词汇与语法注释

  1. 5.36.1Ἀρισταγόρῃ δὲ συνέπιπτε τοῦ αὐτοῦ χρόνου πάντα ταῦτα συνελθόντα. — 单数动词 συνέπιπτε 接中性复数名词短语 πάντα ταῦτα 作为主语,这符合中性复数主语配单数动词的经典语法规则。分词 συνελθόντα 是主格中性复数不定过去时分词,与主语一致,意为“汇合/重叠”,而与格 Ἀρισταγόρῃ(Ἀρισταγόρῃ)则表示受影响的对象(“对阿里斯塔戈拉斯来说”)。
  2. 5.36.2οὐκ ἔα — 动词 ἐάω(允许)的未完成过去时第三人称单数形式(爱奥尼亚方言形)。与否定词 οὐκ 连用,οὐκ ἔα 不仅仅表示简单的“不允许”,而是带有“强烈劝阻/建议不要”的委婉禁止或忠告语气。在此处它支配后面的不定式 ἀναιρέεσθαι,表示“谏阻发起战争”。
  3. 5.36.3ἔφη λέγων ἐνορᾶν ἐσόμενον τοῦτο — 表达言说的重复句式(ἔφη λέγων,“他说着指出”)。合成动词 ἐνοράω(看出、预见实现可能)的现在不定式 ἐνορᾶν 支配一个“对格+分词”的补足结构,其中对格主语 τοῦτο(这)与未来时分词 ἐσόμενον(中性单数)一致,结构上表示“预见到这将会发生”。
  4. 5.36.4ἕνα τε αὐτῶν πλώσαντα... συλλαμβάνειν πειρᾶσθαι... — 承接前句的无人称动词 ἐδόκεε(决议、同意),属于由其支配的“对格+不定式”(AcI)结构。逻辑上的主语是对格的 ἕνα(他们中的一个人),与其在性、数、格上一致的是不定过去时分词 πλώσαντα(乘船去)。该句的核心不定式是 πειρᾶσθαι(企图、尝试),而它又进一步支配不定式 συλλαμβάνειν(逮捕)。

引用这一段

希罗多德, 历史 §5.36.1-5.36.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.36.1-5.36.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。