§5.30.1Πάριοι μέν νυν Μιλησίους οὕτω κατήρτισαν.
帕罗斯人就是这样调停了米利都人。
τότε δὲ ἐκ τουτέων τῶν πολίων ὧδε ἤρχετο κακὰ γίνεσθαι τῇ Ἰωνίῃ.
但在此之后,灾难开始通过以下方式从这些城市降临到伊奥尼亚。
ἐκ Νάξου ἔφυγον ἄνδρες τῶν παχέων ὑπὸ τοῦ δήμου, φυγόντες δὲ ἀπίκοντο ἐς Μίλητον.
纳克索斯的富人被平民驱逐,流亡后他们来到了米利都。
§5.30.2τῆς δὲ Μιλήτου ἐτύγχανε ἐπίτροπος ἐὼν Ἀρισταγόρης ὁ Μολπαγόρεω, γαμβρός τε ἐὼν καὶ ἀνεψιὸς Ἱστιαίου τοῦ Λυσαγόρεω, τὸν ὁ Δαρεῖος ἐν Σούσοισι κατεῖχε·
当时,莫尔帕戈拉斯之子阿里斯塔戈拉斯正担任米利都的摄政,他既是利萨戈拉斯之子希斯提哀乌斯的女婿,也是其表兄弟,而希斯提哀乌斯正被大流士扣留在苏萨。
ὁ γὰρ Ἱστιαῖος τύραννος ἦν Μιλήτου καὶ ἐτύγχανε τοῦτον τὸν χρόνον ἐὼν ἐν Σούσοισι, ὅτε οἱ Νάξιοι ἦλθον ξεῖνοι πρὶν ἐόντες τῷ Ἱστιαίῳ.
因为希斯提哀乌斯是米利都的僭主,当纳克索斯人(他们以前是希斯提哀乌斯的客友)到来时,他碰巧正在苏萨。
§5.30.3ἀπικόμενοι δὲ οἱ Νάξιοι ἐς τὴν Μίλητον ἐδέοντο τοῦ Ἀρισταγόρεω, εἴ κως αὐτοῖσι παράσχοι δύναμίν τινα καὶ κατέλθοιεν ἐς τὴν ἑωυτῶν.
抵达米利都后,纳克索斯人恳求阿里斯塔戈拉斯,希望他能设法为他们提供一定的兵力,使他们能返回祖国。
ὁ δὲ ἐπιλεξάμενος ὡς ἢν διʼ αὐτοῦ κατέλθωσι ἐς τὴν πόλιν, ἄρξει τῆς Νάξου, σκῆψιν δὲ ποιεύμενος τὴν ξεινίην τὴν Ἱστιαίου, τόνδε σφι λόγον προσέφερε.
而阿里斯塔戈拉斯考虑到,如果他们通过他的帮助返回城邦,他将统治纳克索斯;于是他以与希斯提哀乌斯的客友关系为借口,向他们提出了如下建议。
§5.30.4αὐτὸς μὲν ὑμῖν οὐ φερέγγυός εἰμι δύναμιν παρασχεῖν τοσαύτην ὥστε κατάγειν ἀεκόντων τῶν τὴν πόλιν ἐχόντων Ναξίων·
“我个人无法保证能为你们提供足够强大的兵力,在掌控城市的纳克索斯人不同意的情况下送你们回去。
πυνθάνομαι γὰρ ὀκτακισχιλίην ἀσπίδα Ναξίοισι εἶναι καὶ πλοῖα μακρὰ πολλά·
因为我听说纳克索斯人拥有八千名重装步兵和许多军舰。
μηχανήσομαι δὲ πᾶσαν σπουδὴν ποιεύμενος.
但我会竭尽全力,想出办法。
§5.30.5ἐπινοέω δὲ τῇδε.
” “我的设想如下。
Ἀρταφρένης μοι τυγχάνει ἐὼν φίλος· ὁ δὲ Ἀρταφρένης ὑμῖν Ὑστάσπεος μὲν ἐστὶ παῖς, Δαρείου δὲ τοῦ βασιλέος ἀδελφεός, τῶν δʼ ἐπιθαλασσίων τῶν ἐν τῇ Ἀσίῇ ἄρχει πάντων, ἔχων στρατιήν τε πολλὴν καὶ πολλὰς νέας.
阿塔弗雷内斯恰好是我的朋友;这位阿塔弗雷内斯是许斯塔斯佩斯之子,大流士国王的兄弟,他统治着亚洲所有的沿岸地区,拥有大批军队和许多船只。
τοῦτον ὦν δοκέω τὸν ἄνδρα ποιήσειν τῶν ἂν χρηίζωμεν.
因此,我认为这个人会满足我们可能提出的任何要求。
§5.30.6ταῦτα ἀκούσαντες οἱ Νάξιοι προσέθεσαν τῷ Ἀρισταγόρῃ πρήσσειν τῇ δύναιτο ἄριστα, καὶ ὑπίσχεσθαι δῶρα ἐκέλευον καὶ δαπάνην τῇ στρατιῇ ὡς αὐτοὶ διαλύσοντες, ἐλπίδας πολλὰς ἔχοντες, ὅταν ἐπιφανέωσι ἐς τὴν Νάξον, πάντα ποιήσειν τοὺς Ναξίους τὰ ἂν αὐτοὶ κελεύωσι, ὣς δὲ καὶ τοὺς ἄλλους νησιώτας.
” 纳克索斯人听到这些,便委托阿里斯塔戈拉斯尽其所能去办理,并嘱咐他向对方承诺提供礼物和军费,声称他们自己会承担这些开支。 因为他们抱有很大的希望,认为一旦他们出现在纳克索斯,纳克索斯人就会服从他们的一切命令,其他岛民也是如此。
τῶν γὰρ νήσων τουτέων τῶν Κυκλάδων οὐδεμία κω ἦν ὑπὸ Δαρείῳ.
因为在这些基克拉泽斯群岛中,当时还没有一个处于大流士的统治之下。