§5.30.1Πάριοι μέν νυν Μιλησίους οὕτω κατήρτισαν.
In this way, then, the Parians reconciled the Milesians.
τότε δὲ ἐκ τουτέων τῶν πολίων ὧδε ἤρχετο κακὰ γίνεσθαι τῇ Ἰωνίῃ.
But after this, trouble began to come upon Ionia from these cities in the following way.
ἐκ Νάξου ἔφυγον ἄνδρες τῶν παχέων ὑπὸ τοῦ δήμου, φυγόντες δὲ ἀπίκοντο ἐς Μίλητον.
Wealthy men were banished from Naxos by the common people, and having fled, they came to Miletus.
§5.30.2τῆς δὲ Μιλήτου ἐτύγχανε ἐπίτροπος ἐὼν Ἀρισταγόρης ὁ Μολπαγόρεω, γαμβρός τε ἐὼν καὶ ἀνεψιὸς Ἱστιαίου τοῦ Λυσαγόρεω, τὸν ὁ Δαρεῖος ἐν Σούσοισι κατεῖχε·
Now Aristagoras, son of Molpagoras, happened to be the regent of Miletus, being both the son-in-law and cousin of Histiaeus, son of Lysagoras, whom Darius was detaining at Susa.
ὁ γὰρ Ἱστιαῖος τύραννος ἦν Μιλήτου καὶ ἐτύγχανε τοῦτον τὸν χρόνον ἐὼν ἐν Σούσοισι, ὅτε οἱ Νάξιοι ἦλθον ξεῖνοι πρὶν ἐόντες τῷ Ἱστιαίῳ.
For Histiaeus was the tyrant of Miletus, and he happened to be at Susa at this time, when the Naxians arrived, who had previously been guest-friends to Histiaeus.
§5.30.3ἀπικόμενοι δὲ οἱ Νάξιοι ἐς τὴν Μίλητον ἐδέοντο τοῦ Ἀρισταγόρεω, εἴ κως αὐτοῖσι παράσχοι δύναμίν τινα καὶ κατέλθοιεν ἐς τὴν ἑωυτῶν.
Having arrived at Miletus, the Naxians entreated Aristagoras, asking if he could somehow provide them with some force and restore them to their own land.
ὁ δὲ ἐπιλεξάμενος ὡς ἢν διʼ αὐτοῦ κατέλθωσι ἐς τὴν πόλιν, ἄρξει τῆς Νάξου, σκῆψιν δὲ ποιεύμενος τὴν ξεινίην τὴν Ἱστιαίου, τόνδε σφι λόγον προσέφερε.
But he, having calculated that if they should return to their city through his help, he would rule over Naxos, and making a pretext of his guest-friendship with Histiaeus, addressed them with the following proposal.
§5.30.4αὐτὸς μὲν ὑμῖν οὐ φερέγγυός εἰμι δύναμιν παρασχεῖν τοσαύτην ὥστε κατάγειν ἀεκόντων τῶν τὴν πόλιν ἐχόντων Ναξίων· πυνθάνομαι γὰρ ὀκτακισχιλίην ἀσπίδα Ναξίοισι εἶναι καὶ πλοῖα μακρὰ πολλά·
"I myself am not sufficient to provide you with a force large enough to restore you against the will of the Naxians who hold the city; for I hear that the Naxians have eight thousand heavy infantry and many warships.
μηχανήσομαι δὲ πᾶσαν σπουδὴν ποιεύμενος. §5.30.5ἐπινοέω δὲ τῇδε.
However, I will devise a plan, using every effort." "My plan is as follows.
Ἀρταφρένης μοι τυγχάνει ἐὼν φίλος· ὁ δὲ Ἀρταφρένης ὑμῖν Ὑστάσπεος μὲν ἐστὶ παῖς, Δαρείου δὲ τοῦ βασιλέος ἀδελφεός, τῶν δʼ ἐπιθαλασσίων τῶν ἐν τῇ Ἀσίῇ ἄρχει πάντων, ἔχων στρατιήν τε πολλὴν καὶ πολλὰς νέας.
Artaphernes happens to be my friend; and this Artaphernes is the son of Hystaspes and brother of King Darius, and he rules over all the coastal regions of Asia, having a large army and many ships.
τοῦτον ὦν δοκέω τὸν ἄνδρα ποιήσειν τῶν ἂν χρηίζωμεν. §5.30.6ταῦτα ἀκούσαντες οἱ Νάξιοι προσέθεσαν τῷ Ἀρισταγόρῃ πρήσσειν τῇ δύναιτο ἄριστα, καὶ ὑπίσχεσθαι δῶρα ἐκέλευον καὶ δαπάνην τῇ στρατιῇ ὡς αὐτοὶ διαλύσοντες, ἐλπίδας πολλὰς ἔχοντες, ὅταν ἐπιφανέωσι ἐς τὴν Νάξον, πάντα ποιήσειν τοὺς Ναξίους τὰ ἂν αὐτοὶ κελεύωσι, ὣς δὲ καὶ τοὺς ἄλλους νησιώτας.
Therefore, I think this man will do whatever we may require." Having heard this, the Naxians entrusted the matter to Aristagoras to act as best he could, and they urged him to promise gifts and expenses for the army, as they would pay them back themselves; for they had great hopes that when they appeared at Naxos, the Naxians would do everything they commanded, and likewise the other islanders too.
τῶν γὰρ νήσων τουτέων τῶν Κυκλάδων οὐδεμία κω ἦν ὑπὸ Δαρείῳ.
For none of these Cycladic islands was yet under Darius' rule.