§5.29.1κατήλλαξαν δὲ σφέας ὧδε Πάριοι.
パロス人たちは彼らを次のように調停した。
ὡς ἀπίκοντο αὐτῶν ἄνδρες οἱ ἄριστοι ἐς τὴν Μίλητον, ὥρων γὰρ δή σφεας δεινῶς οἰκοφθορημένους, ἔφασαν αὐτῶν βούλεσθαι διεξελθεῖν τὴν χώρην·
彼らのうちの最有力者たちがミレトスに到着したとき、ミレトス人たちの家計がひどく破滅しているのを見たので、彼らの領土を巡り歩きたいと言った。
ποιεῦντες δὲ ταῦτα καὶ διεξιόντες πᾶσαν τὴν Μιλησίην, ὅκως τινὰ ἴδοιεν ἐν ἀνεστηκυίῃ τῇ χώρῃ ἀγρὸν εὖ ἐξεργασμένον, ἀπεγράφοντο τὸ οὔνομα τοῦ δεσπότεω τοῦ ἀγροῦ.
そして彼らはこれを実行し、ミレトス全土を巡り歩きながら、荒廃した土地の中で誰かのよく耕作された農地を見るたびに、その農地の主の名前を書き留めた。
§5.29.2διεξελάσαντες δὲ πᾶσαν τὴν χώρην καὶ σπανίους εὑρόντες τούτους, ὡς τάχιστα κατέβησαν ἐς τὸ ἄστυ, ἁλίην ποιησάμενοι ἀπέδεξαν τούτους μὲν πόλιν νέμειν τῶν εὗρον τοὺς ἀγροὺς εὖ ἐξεργασμένους·
全土を巡り終えて、このような人々を稀にしか見出せなかったが、彼らはできるだけ早く町へ下り、民会を開いて、彼らが農地をよく耕作しているのを見出した者たちに国家を治めさせることを決定した。
δοκέειν γὰρ ἔφασαν καὶ τῶν δημοσίων οὕτω δή σφεας ἐπιμελήσεσθαι ὥσπερ τῶν σφετέρων·
というのも、彼らは、これら農地の所有者たちが自分たちの財産に対するのと同様に、公的な事柄をもそのように配慮すると思われる、と言ったからである。
τοὺς δὲ ἄλλους Μιλησίους τοὺς πρὶν στασιάζοντας τούτων ἔταξαν πείθεσθαι.
そして、これまで内紛を行っていた他のミレトス人たちには、これらの者たちに従うよう命じた。