§5.26.1οὗτος ὦν ὁ Ὀτάνης ὁ ἐγκατιζόμενος ἐς τοῦτον τὸν θρόνον, τότε διάδοχος γενόμενος Μεγαβάζῳ τῆς στρατηγίης, Βυζαντίους τε εἷλε καὶ Καλχηδονίους, εἷλε δὲ Ἄντανδρον τὴν ἐν τῇ Τρῳάδι γῇ, εἷλε δὲ Λαμπώνιον, λαβὼν δὲ παρὰ Λεσβίων νέας εἷλε Λῆμνόν τε καὶ Ἴμβρον, ἀμφοτέρας ἔτι τότε ὑπὸ Πελασγῶν οἰκεομένας.
因此,这位被安坐在那张椅子上的奥塔涅斯,当时接替了迈加巴佐斯的将领职位,攻占了拜占庭人和卡尔刻东人的领地,又攻占了特罗亚德地区的安坦德罗斯,并攻占了蓝普尼翁,接着他从莱斯博斯人那里获得船只,攻占了雷姆诺斯和伊姆布罗斯,这两处在当时都仍由佩拉斯吉人居住。