§5.126.1ταῦτα μὲν δὴ Ἑκαταῖος συνεβούλευε, αὐτῷ δὲ Ἀρισταγόρῃ ἡ πλείστη γνώμη ἦν ἐς τὴν Μύρκινον ἀπάγειν.
赫卡泰乌斯确实给出了这样的建议,但阿里斯塔格拉斯本人的意图最倾向于将人们带往麦尔琴努斯。
τὴν μὲν δὴ Μίλητον ἐπιτράπει Πυθαγόρῃ ἀνδρὶ τῶν ἀστῶν δοκίμῳ, αὐτὸς δὲ παραλαβὼν πάντα τὸν βουλόμενον ἔπλεε ἐς τὴν Θρηίκην, καὶ ἔσχε τὴν χώρην ἐπʼ ἣν ἐστάλη·
于是,他将米利都托付给公民中的显贵人物毕达哥拉斯,而他自己则带上所有愿意随行的人,乘船前往色雷斯,占领了他所前往的那片土地。
§5.126.2ἐκ δὲ ταύτης ὁρμώμενος ἀπόλλυται ὑπὸ Θρηίκων αὐτός τε ὁ Ἀρισταγόρης καὶ ὁ στρατὸς αὐτοῦ, πόλιν περικατήμενος καὶ βουλομένων τῶν Θρηίκων ὑποσπόνδων ἐξιέναι.
阿里斯塔格拉斯以该地为基地出击,在包围一座城镇、且色雷斯人正希望根据停战协定撤离时,他本人及他的军队被色雷斯人消灭了。