§5.119.1μετὰ δὲ παρεόντων καὶ διαβάντων τὸν Μαίανδρον τῶν Περσέων, ἐνθαῦτα ἐπὶ τῷ Μαρσύῃ ποταμῷ συνέβαλόν τε τοῖσι Πέρσῃσι οἱ Κᾶρες καὶ μάχην ἐμαχέσαντο ἰσχυρὴν καὶ ἐπὶ χρόνον πολλόν, τέλος δὲ ἑσσώθησαν διὰ πλῆθος.
此后,当波斯人到达并渡过迈安德罗斯河时,卡里亚人便在那里的马尔叙亚斯河畔与波斯人交战,进行了一场激烈且持久的战斗,但最终由于人数悬殊而战败。
Περσέων μὲν δὴ ἔπεσον ἄνδρες ἐς δισχιλίους, Καρῶν δὲ ἐς μυρίους.
波斯人战死约两千人,卡里亚人战死约一万人。
§5.119.2ἐνθεῦτεν δὲ οἱ διαφυγόντες αὐτῶν κατειλήθησαν ἐς Λάβραυνδα ἐς Διὸς στρατίου ἱρόν, μέγα τε καὶ ἅγιον ἄλσος πλατανίστων.
随后,他们中逃脱的人被围困在拉布劳恩达的“军队宙斯”神殿里,那是一片由悬铃木组成的宏大而神圣的神木林。
μοῦνοι δὲ τῶν ἡμεῖς ἴδμεν Κᾶρες εἰσὶ οἳ Διὶ στρατίῳ θυσίας ἀνάγουσι.
在我们所知道的人中,只有卡里亚人向“军队宙斯”献祭。
κατειληθέντες δὲ ὦν οὗτοι ἐνθαῦτα ἐβουλεύοντο περὶ σωτηρίης, ὁκότερα ἢ παραδόντες σφέας αὐτοὺς Πέρσῃσι ἢ ἐκλιπόντες τὸ παράπαν τὴν Ἀσίην ἄμεινον πρήξουσι.
被围困在那里的他们于是商讨自救之策:究竟是向波斯人投降,还是完全离开亚洲,哪一种做法能让他们有更好的结果。