§5.119.1μετὰ δὲ παρεόντων καὶ διαβάντων τὸν Μαίανδρον τῶν Περσέων, ἐνθαῦτα ἐπὶ τῷ Μαρσύῃ ποταμῷ συνέβαλόν τε τοῖσι Πέρσῃσι οἱ Κᾶρες καὶ μάχην ἐμαχέσαντο ἰσχυρὴν καὶ ἐπὶ χρόνον πολλόν, τέλος δὲ ἑσσώθησαν διὰ πλῆθος.
After this, when the Persians had arrived and crossed the Maeander, there by the river Marsyas the Carians engaged the Persians in battle and fought a fierce fight for a long time, but at last they were defeated by force of numbers.
Περσέων μὲν δὴ ἔπεσον ἄνδρες ἐς δισχιλίους, Καρῶν δὲ ἐς μυρίους. §5.119.2ἐνθεῦτεν δὲ οἱ διαφυγόντες αὐτῶν κατειλήθησαν ἐς Λάβραυνδα ἐς Διὸς στρατίου ἱρόν, μέγα τε καὶ ἅγιον ἄλσος πλατανίστων.
Of the Persians there fell about two thousand, and of the Carians about ten thousand. Then those of them who had escaped were cornered at Labraunda, in the temple of Zeus Stratios, a large and sacred grove of plane trees.
μοῦνοι δὲ τῶν ἡμεῖς ἴδμεν Κᾶρες εἰσὶ οἳ Διὶ στρατίῳ θυσίας ἀνάγουσι.
The Carians are the only people we know of who offer sacrifices to Zeus Stratios.
κατειληθέντες δὲ ὦν οὗτοι ἐνθαῦτα ἐβουλεύοντο περὶ σωτηρίης, ὁκότερα ἢ παραδόντες σφέας αὐτοὺς Πέρσῃσι ἢ ἐκλιπόντες τὸ παράπαν τὴν Ἀσίην ἄμεινον πρήξουσι.
Having been cornered there, they deliberated concerning their safety, whether they would fare better by surrendering themselves to the Persians or by abandoning Asia altogether.