§5.112.1ταῦτα εἶπε, καὶ μεταυτίκα συνέμισγε τὰ στρατόπεδα πεζῇ καὶ νηυσί.
彼がそう言うと、直ちに両軍の軍勢は陸と海で衝突した。
νηυσὶ μέν νυν Ἴωνες ἄκροι γενόμενοι ταύτην τὴν ἡμέρην ὑπερεβάλοντο τοὺς Φοίνικας, καὶ τούτων Σάμιοι ἠρίστευσαν·
さて、海戦においては、イオニア人たちがその日、きわめて優れた働きを見せてフェニキア人たちを圧倒し、その中でもサモス人たちが最も目覚ましい功績を立てた。
πεζῇ δέ, ὡς συνῆλθε τὰ στρατόπεδα, συμπεσόντα ἐμάχοντο.
一方、陸上では、両軍が接近すると、激突して戦った。
§5.112.2κατὰ δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους τάδε ἐγίνετο·
他方、双方の将軍たちのところでは、次のようなことが起こった。
ὡς προσεφέρετο πρὸς τὸν Ὀνήσιλον ὁ Ἀρτύβιος ἐπὶ τοῦ ἵππου κατήμενος, ὁ Ὀνήσιλος κατὰ τὰ συνεθήκατο τῷ ὑπασπιστῇ παίει προσφερόμενον αὐτὸν τὸν Ἀρτύβιον·
アルテュビオスが馬に乗ってオネシロスに突進してきたとき、オネシロスは盾持ちとあらかじめ合意していた通りに、突進してくるアルテュビオス自身を切りつけた。
ἐπιβαλόντος δὲ τοῦ ἵππου τοὺς πόδας ἐπὶ τὴν Ὀνησίλου ἀσπίδα, ἐνθαῦτα ὁ Κὰρ δρεπάνῳ πλήξας ἀπαράσσει τοῦ ἵππου τοὺς πόδας.
そして、馬が前脚をオネシロスの盾の上にかけたとたん、その時、カリヤ人の盾持ちは鎌で打って馬の脚を切り落とした。