Humanitext Reader

希罗多德 · 历史 §5.106.1-5.106.6

达雷奥斯质问与希斯提亚埃乌斯的辩解

第 882 段,共 1577 段 · 希腊语

内容简介

达雷奥斯国王召见希斯提亚埃乌斯并怀疑其参与叛乱,但希斯提亚埃乌斯极力辩白,请求放其返回伊奥尼亚以平定局势,并许诺将萨丁尼亚纳为贡国。

§5.106.1προστάξας δὲ ταῦτα εἶπε, καλέσας ἐς ὄψιν Ἱστιαῖον τὸν Μιλήσιον, τὸν ὁ Δαρεῖος κατεῖχε χρόνον ἤδη πολλόν, πυνθάνομαι Ἱστιαῖε ἐπίτροπον τὸν σόν, τῷ σὺ Μίλητον ἐπέτρεψας, νεώτερα ἐς ἐμὲ πεποιηκέναι πρήγματα·
传达完这些命令后,他召见了他已经扣留了很长时间的米利都人希斯提亚埃乌斯,说道:“希斯提亚埃乌斯,我听说你托付管理米利都的代理人,对我做出了反叛之举。
ἄνδρας γάρ μοι ἐκ τῆς ἑτέρης ἠπείρου ἐπαγαγών, καὶ Ἴωνας σὺν αὐτοῖσι τοὺς δώσοντας ἐμοὶ δίκην τῶν ἐποίησαν, τούτους ἀναγνώσας ἅμα ἐκείνοισι ἕπεσθαι, Σαρδίων με ἀπεστέρησε.
因为他从另一块大陆引来人马,并和他们一起,煽动那些本该为自己的所作所为向我赎罪的伊奥尼亚人跟从那些外来人,夺走了我的萨尔迪斯。
νῦν ὦν κῶς τοι ταῦτα φαίνεται ἔχειν καλῶς;
现在,你觉得这怎么可以说是妥当的?
§5.106.2κῶς δὲ ἄνευ τῶν σῶν βουλευμάτων τούτων τι ἐπρήχθη;
如果没有你的谋划,这些事又怎能办成?
ὅρα μὴ ἐξ ὑστέρης σεωυτὸν ἐν αἰτίῃ σχῇς.
当心你日后不要自食其咎。
§5.106.3εἶπε πρὸς ταῦτα Ἱστιαῖος βασιλεῦ, κοῖον ἐφθέγξαο ἔπος, ἐμὲ βουλεῦσαι πρῆγμα ἐκ τοῦ σοί τι ἢ μέγα ἢ σμικρὸν ἔμελλε λυπηρὸν ἀνασχήσειν;
” 希斯提亚埃乌斯对此回答说:“国王啊,您说的是什么话,我怎会谋划一件注定会给您带来或大或小的麻烦的事呢?
τί δʼ ἂν ἐπιδιζήμενος ποιέοιμι ταῦτα, τεῦ δὲ ἐνδεὴς ἐών;
我做这事能图什么,我又缺少什么呢?
τῷ πάρα μὲν πάντα ὅσα περ σοί, πάντων δὲ πρὸς σέο βουλευμάτων ἐπακούειν ἀξιοῦμαι.
我拥有与您同样多的一切,而且被认为有资格听取您所有的谋划。
§5.106.4ἀλλʼ εἴ περ τι τοιοῦτον οἷον σὺ εἴρηκας πρήσσει ὁ ἐμὸς ἐπίτροπος, ἴσθι αὐτὸν ἐπʼ ἑωυτοῦ βαλόμενον πεποιηκέναι.
但是,如果我的代理人确实在做您所说的这种事,请知道这完全是他自作主张。
ἀρχὴν δὲ ἔγωγε οὐδὲ ἐνδέκομαι τὸν λόγον, ὅκως τι Μιλήσιοι καὶ ὁ ἐμὸς ἐπίτροπος νεώτερον πρήσσουσι περὶ πρήγματα τὰ σά.
至于我,我根本不相信这传言,即米利都人和我的代理人正在对您的事业进行反叛。
εἰ δʼ ἄρα τι τοιοῦτο ποιεῦσι καὶ σὺ τὸ ἐὸν ἀκήκοας ὦ βασιλεῦ, μάθε οἷον πρῆγμα ἐργάσαο ἐμὲ ἀπὸ θαλάσσης ἀνάσπαστον ποιήσας.
但如果他们真的做了这样的事,而您听到的也是事实,国王啊,请明白您把我从海边强行带走,是做了一件怎样的蠢事。
§5.106.5Ἴωνες γὰρ οἴκασι ἐμεῦ ἐξ ὀφθαλμῶν σφι γενομένου ποιῆσαι τῶν πάλαι ἵμερον εἶχον· ἐμέο δʼ ἂν ἐόντος ἐν Ἰωνίῃ οὐδεμία πόλις ὑπεκίνησε.
因为伊奥尼亚人似乎趁我不在他们眼皮底下,就干起了他们早就渴望干的事;如果我当时在伊奥尼亚,绝没有哪个城市敢轻举妄动。
νῦν ὦν ὡς τάχος ἄπες με πορευθῆναι ἐς Ἰωνίην, ἵνα τοι κεῖνά τε πάντα καταρτίσω ἐς τὠυτὸ καὶ τὸν Μιλήτου ἐπίτροπον τοῦτον τὸν ταῦτα μηχανησάμενον ἐγχειρίθετον παραδῶ.
因此,现在请尽快放我回伊奥尼亚,以便我为您把那里的所有事务整顿如初,并将这个策划了这些事的米利都代理人亲手交到您手里。
§5.106.6ταῦτα δὲ κατὰ νόον τὸν σὸν ποιήσας, θεοὺς ἐπόμνυμι τοὺς βασιληίους μὴ μὲν πρότερον ἐκδύσασθαι τὸν ἔχων κιθῶνα καταβήσομαι ἐς Ἰωνίην, πρὶν ἄν τοι Σαρδὼ νῆσον τὴν μεγίστην δασμοφόρον ποιήσω.
在按照您的意愿办妥这些事之后,我向王室的神明起誓,在我动身前往伊奥尼亚时所穿的这件外衣,在将最大的岛屿萨丁尼亚纳为您的贡国之前,我绝不脱下。 ”

词汇与语法注释

  1. 5.106.1τούτους ἀναγνώσας ἅμα ἐκείνοισι ἕπεσθαι — 指示代词的指代关系。τούτους 指代前文的 Ἴωνας(伊奥尼亚人),而 ἐκείνοισι 指代 ἄνδρας ... ἐκ τῆς ἑτέρης ἠπείρου(从另一块大陆引来的人,即雅典人等)。分词 ἀναγνώσας(说服)后接不定式 ἕπεσθαι(跟随)。
  2. 5.106.3ἐμὲ βουλεῦσαι πρῆγμα — 带有不定式的宾格(Accusative with Infinitive)用于表示感叹或愤慨的疑问句,表达强烈的否定或难以置信:“我怎么可能谋划这样的事!”
  3. 5.106.4ἀρχὴν — 副词性宾格,在否定句中表示“压根”、“根本(不)”。
  4. 5.106.5ἐμέο δʼ ἂν ἐόντος — 属格独立结构(Genitive Absolute)与助词 ἄν 连用,相当于一个与过去事实相反的虚拟条件从句(“如果我当时在……”)。它与主句中的直陈式过去不定过去时动词 ὑπεκίνησε 相呼应。
  5. 5.106.6μὴ μὲν πρότερον ἐκδύσασθαι ... πρὶν ἄν τοι Σαρδὼ νῆσον ... ποιήσω — 由起誓动词 ἐπόμνυμι 引导的强烈誓言。μὴ μέν 引入带有不定式 ἐκδύσασθαι 的庄严否定誓言。而 πρὶν ἄν 后接虚拟式 ποιήσω 在否定主句后表示“在……之前绝不……”。

引用这一段

希罗多德, 历史 §5.106.1-5.106.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.106.1-5.106.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。