§5.1.1οἱ δὲ ἐν τῇ Εὐρώπῃ τῶν Περσέων καταλειφθέντες ὑπὸ Δαρείου, τῶν ὁ Μεγάβαζος ἦρχε, πρώτους μὲν Περινθίους Ἑλλησποντίων οὐ βουλομένους ὑπηκόους εἶναι Δαρείου κατεστρέψαντο, περιεφθέντας πρότερον καὶ ὑπὸ Παιόνων τρηχέως.
被达赖乌斯留在欧洲、由梅加巴佐斯统率的波斯人,首先征服了赫勒斯滂人中不愿臣服于达赖乌斯的佩林托斯人,而这些佩林托斯人在此之前也曾受到派奥尼亚人的残酷打击。
§5.1.2οἱ γὰρ ὦν ἀπὸ Στρυμόνος Παίονες χρήσαντος τοῦ θεοῦ στρατεύεσθαι ἐπὶ Περινθίους, καὶ ἢν μὲν ἀντικατιζόμενοι ἐπικαλέσωνται σφέας οἱ Περίνθιοι ὀνομαστὶ βώσαντες, τοὺς δὲ ἐπιχειρέειν, ἢν δὲ μὴ ἐπιβώσωνται, μὴ ἐπιχειρέειν, ἐποίεον οἱ Παίονες ταῦτα.
因为来自斯特里蒙河畔的派奥尼亚人,曾得到神谕指示,命他们向佩林托斯人宣战,并规定:如果对峙的佩林托斯人高声呼喊他们的名字来招头,他们就发起进攻;如果对方不呼喊,就不要进攻。 派奥尼亚人正是这样做的。
ἀντικατιζομένων δὲ τῶν Περινθίων ἐν τῷ προαστείῳ, ἐνθαῦτα μουνομαχίη τριφασίη ἐκ προκλήσιός σφι ἐγένετο· καὶ γὰρ ἄνδρα ἀνδρὶ καὶ ἵππον ἵππῳ συνέβαλον καὶ κύνα κυνί.
当佩林托斯人在城郊与他们对峙时,双方通过挑战进行了一场三种类型的一对一决斗:他们让士兵对士兵,战马对战马,猎犬对猎犬进行搏斗。
§5.1.3νικώντων δὲ τὰ δύο τῶν Περινθίων, ὡς ἐπαιώνιζον κεχαρηκότες, συνεβάλοντο οἱ Παίονες τὸ χρηστήριον αὐτὸ τοῦτο εἶναι καὶ εἶπάν κου παρὰ σφίσι αὐτοῖσι
νῦν ἂν εἴη ὁ χρησμὸς ἐπιτελεόμενος ἡμῖν, νῦν ἡμέτερον ἔργον.
当佩林托斯人在其中两项对决中获胜,并得意洋洋地唱起胜利之歌(派安)时,派奥尼亚人领悟到这正是神谕所指,便在自己人中间说道:“现在神谕正在我们身上应验,现在是我们的工作了。
οὕτω τοῖσι Περινθίοισι παιωνίσασι ἐπιχειρέουσι οἱ Παίονες, καὶ πολλόν τε ἐκράτησαν καὶ ἔλιπον σφέων ὀλίγους.
”于是,派奥尼亚人乘着佩林托斯人高唱胜利之歌时向他们发起进攻,大获全胜,只留下了他们中极少数的生还者。