§4.88.1Δαρεῖος δὲ μετὰ ταῦτα ἡσθεὶς τῆ σχεδίῃ τὸν ἀρχιτέκτονα αὐτῆς Μανδροκλέα τὸν Σάμιον ἐδωρήσατο πᾶσι δέκα·
此后,大流士对浮桥的建成十分满意,奖赏其设计者萨摩斯人曼德罗克莱斯每样东西各十件。
ἀπʼ ὧν δὴ Μανδροκλέης ἀπαρχὴν ζῷα γραψάμενος πᾶσαν τὴν ζεῦξιν τοῦ Βοσπόρου καὶ βασιλέα τε Δαρεῖον ἐν προεδρίῃ κατήμενον καὶ τὸν στρατὸν αὐτοῦ διαβαίνοντα ταῦτα γραψάμενος ἀνέθηκε ἔς τὸ Ἥραιον, ἐπιγράψας τάδε. §4.88.2"
Βόσπορον ἰχθυόεντα γεφυρώσας ἀνέθηκε
Μανδροκλέης Ἥρῃ μνημόσυνον σχεδίης,
αὑτῷ μὲν στέφανον περιθείς, Σαμίοισι δὲ κῦδος,
Δαρείου βασιλέος ἐκτελέσας κατὰ νοῦν.
曼德罗克莱斯便以此作为初熟之物,让人画了一幅展现博斯普鲁斯海峡全部架桥过程的画,画中大流士王坐在特等席上,他的军队正在渡海;他将这些画作献纳在赫拉神庙,并题词如下: “在多鱼的博斯普鲁斯架起桥梁,曼德罗克莱斯向赫拉献上这浮桥的纪念物,为他自己赢得了冠冕,为萨摩斯人赢得了光荣,因为他按照大流士王的意愿完成了这项伟业。
"
”