Humanitext Reader

希罗多德 · 历史 §4.87.1-4.87.2

大流士在博斯普鲁斯海峡立碑与架桥处

第 651 段,共 1577 段 · 希腊语

内容简介

大流士眺望了蓬托斯海和博斯普鲁斯海峡,并在海峡岸边立起两块白石碑,用亚述文字和希腊文字刻上所有部族的名字。随后记述了拜占庭人后来搬走这些石碑用于阿耳忒弥斯祭坛,以及大流士架桥的具体位置。

§4.87.1ὁ δὲ Δαρεῖος ὡς ἐθεήσατο τὸν Πόντον, ἔπλεε ὀπίσω ἐπὶ τὴν γέφυραν, τῆς ἀρχιτέκτων ἐγένετο Μανδροκλέης Σάμιος·
大流士眺望了蓬托斯海之后,便乘船返回到萨摩斯人曼德罗克莱斯设计的那座桥。
θεησάμενος δὲ καὶ τὸν Βόσπορον στήλας ἔστησε δύο ἐπʼ αὐτοῦ λίθου λευκοῦ, ἐνταμὼν γράμματα ἐς μὲν τὴν Ἀσσύρια ἐς δὲ τὴν Ἑλληνικά, ἔθνεα πάντα ὅσα περ ἦγε· ἦγε δὲ πάντα τῶν ἦρχε.
他在眺望了博斯普鲁斯海峡之后,在其岸边立起了两块白石碑,在上面刻上了文字,一处是用亚述文字,另一处是用希腊文字,刻上了他所率领的所有部族的名字;而他率领着他所统治的所有部族。
τούτων μυριάδες ἐξηριθμήθησαν, χωρὶς τοῦ ναυτικοῦ, ἑβδομήκοντα σὺν ἱππεῦσι, νέες δὲ ἑξακόσιαι συνελέχθησαν.
这些人的数量,不包括海军在内,加上骑兵共有七十万,集结的船只则有六百艘。
§4.87.2τῇσι μέν νυν στήλῃσι ταύτῃσι Βυζάντιοι κομίσαντες ἐς τὴν πόλιν ὕστερον τούτων ἐχρήσαντο πρὸς τὸν βωμὸν τῆς Ὀρθωσίης Ἀρτέμιδος, χωρὶς ἑνὸς λίθου· οὗτος δὲ κατελείφθη παρὰ τοῦ Διονύσου τὸν νηὸν ἐν Βυζαντίῳ, γραμμάτων Ἀσσυρίων πλέος.
后来,拜占庭人将这些石碑运入城内,除了一块石头外,都用于建造奥尔提亚·阿耳忒弥斯的祭坛;而这一块石头则被留在拜占庭的狄奥尼索斯神庙旁,上面刻满了亚述文字。
τοῦ δὲ Βοσπόρου ὁ χῶρος τὸν ἔζευξε βασιλεὺς Δαρεῖος, ὡς ἐμοὶ δοκέει συμβαλλομένῳ, μέσον ἐστὶ Βυζαντίου τε καὶ τοῦ ἐπὶ στόματι ἱροῦ.
至于大流士王架桥的博斯普鲁斯海峡的那处地点,依我推测,正处于拜占庭与海口的神庙之间。

词汇与语法注释

  1. §4.87.1τῆς — 关系代词 ἧς 的伊奥尼亚方言形式,先行词为紧邻的 τὴν γέφυραν(桥)。
  2. §4.87.1ἔθνηα πάντα ὅσα περ ἦγε — 分词 ἐνταμών(刻入)的直接宾语,上下文意为“刻下了(他所率领的)所有部族(的名字)”。
  3. §4.87.1τῶν ἦρχε — τῶν 是关系代词 ὧν(因先行词 πάντα 发生同化而变为属格),因表示统治的动词 ἄρχω 要求属格宾语而采用属格形式。
  4. §4.87.2τὸν — 关系代词 ὅν 的伊奥尼亚方言形式,在其引导的关系从句中,先行词是前面的 ὁ χῶρος。
  5. §4.87.2ὡς ἐμοὶ δοκέει συμβαλλομένῳ — 与格分词 συμβαλλομένῳ(推测、估算)与非人称表达 δοκέει 连用,构成“依我推测/计算”这一表示主观判断的惯用句式。

引用这一段

希罗多德, 历史 §4.87.1-4.87.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.87.1-4.87.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。