§4.81.1πλῆθος δὲ τὸ Σκυθέων οὐκ οἷος τε ἐγενόμην ἀτρεκέως πυθέσθαι, ἀλλὰ διαφόρους λόγους περὶ τοῦ ἀριθμοῦ ἤκουον·
关于斯基泰人的人口,我无法准确地得知,但我听到了关于其数量的不同说法。
καὶ γὰρ κάρτα πολλοὺς εἶναι σφέας καὶ ὀλίγους ὡς Σκύθας εἶναι.
因为有人说他们极其众多,也有人说,若考虑到他们是斯基泰人,其人数其实很少。
§4.81.2τοσόνδε μέντοι ἀπέφαινόν μοι ἐς ὄψιν.
然而,他们确实向我展示了以下可以亲眼看见的证据。
ἔστι μεταξὺ Βορυσθένεός τε ποταμοῦ καὶ Ὑπάνιος χῶρος, οὔνομα δέ οἱ ἐστὶ Ἐξαμπαῖος·
在博里斯特尼斯河和希帕尼斯河之间有一处地方,其名字叫作埃克桑派乌斯。
τοῦ καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον, φάμενος ἐν αὐτῷ κρήνην ὕδατος πικροῦ εἶναι, ἀπʼ ἧς τὸ ὕδωρ ἀπορρέον τὸν Ὕπανιν ἄποτον ποιέειν.
就在不久之前,我还提到了这个地方,说那里有一口苦水泉,从那里流出的水使得希帕尼斯河的水无法饮用。
§4.81.3ἐν τούτῳ τῷ χώρῳ κέεται χαλκήιον, μεγάθει καὶ ἑξαπλήσιον τοῦ ἐπὶ στόματι τοῦ Πόντου κρητῆρος, τὸν Παυσανίης ὁ Κλεομβρότου ἀνέθηκε.
在这个地方放着一口青铜器,其容量是克莱奥姆布罗托斯之子鲍萨尼亚斯在蓬托斯海口所献纳的混酒器的六倍。
§4.81.4ὃς δὲ μὴ εἶδε κω τοῦτον, ὧδε δηλώσω. ἑξακοσίους ἀμφορέας εὐπετέως χωρέει τὸ ἐν Σκύθῃσι χαλκήιον, πάχος δὲ τὸ Σκυθικὸν τοῦτο χαλκήιον ἐστὶ δακτύλων ἕξ.
对于那些尚未亲眼见过它的人,我将做如下说明:斯基泰人那里的这口青铜器能轻易容纳六百安福拉,而这口斯基泰青铜器的厚度为六指。
τοῦτο ὦν ἔλεγον οἱ ἐπιχώριοι ἀπὸ ἀρδίων γενέσθαι.
因此,当地人说它是用箭镞制成。
§4.81.5βουλόμενον γὰρ τὸν σφέτερον βασιλέα, τῶ οὔνομα εἶναι Ἀριάνταν, τοῦτον εἰδέναι τὸ πλῆθος τὸ Σκυθέων κελεύειν μιν πάντας Σκύθας ἄρδιν ἕκαστον μίαν ἀπὸ τοῦ ὀιστοῦ κομίσαι.
因为,他们的国王——其名字叫作阿里安塔斯——想要知道斯基泰人的数量,于是命令所有斯基泰人每人交出一个自己箭上的箭镞。
ὃς δʼ ἄν μὴ κομίσῃ, θάνατον ἀπείλεε.
而对于那些不交的人,他便以死刑相威胁。
§4.81.6κομισθῆναι τε δὴ χρῆμα πολλὸν ἀρδίων καί οἱ δόξαι ἐξ αὐτέων μνημόσυνον ποιήσαντι λιπέσθαι.
于是,确实有大量的箭镞被送了来,国王便决定用这些箭镞制作一件纪念物留给后世。
ἐκ τουτέων δή μιν τὸ χαλκήιον ποιῆσαι τοῦτο καὶ ἀναθεῖναι ἐς τὸν Ἐξαμπαῖον τοῦτον.
据说,正是用这些箭镞,他制作了这口青铜器,并将其奉纳在这处埃克桑派乌斯。
ταῦτα δὲ περὶ τοῦ πλήθεος τοῦ Σκυθέων ἤκουον.
关于斯基泰人的人口,我所听到的就是这些。