Humanitext Reader

希罗多德 · 历史 §4.53.1-4.53.6

博里斯梯尼河的富饶物产与流向

第 617 段,共 1577 段 · 希腊语

内容简介

作者介绍了斯基泰第二大河博里斯梯尼河(第聂伯河),详细描述了其丰富的自然资源、地理流向以及它与海帕尼斯河的汇合处。

§4.53.1τέταρτος δὲ Βορυσθένης ποταμός, ὃς ἐστί τε μέγιστος μετὰ Ἴστρον τούτων καὶ πολυαρκέστατος κατὰ γνώμας τὰς ἡμετέρας οὔτι μοῦνον τῶν Σκυθικῶν ποταμῶν ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, πλὴν Νείλου τοῦ Αἰγυπτίου· τούτῳ γὰρ οὐκ οἷά τε ἐστὶ συμβαλεῖν ἄλλον ποταμόν·
第四条河是博里斯梯尼河,在这些河流中,它是仅次于伊斯特河的最大河流,在我们看来也是最有益的,不仅在斯基泰的河流中,而且在除埃及尼罗河以外的所有其他河流中也是如此;因为对于后者,没有其他任何河流可以与之相比。
§4.53.2τῶν δὲ λοιπῶν Βορυσθένης ἐστὶ πολυαρκέστατος, ὃς νομάς τε καλλίστας καὶ εὐκομιδεστάτας κτήνεσι παρέχεται ἰχθύας τε ἀρίστους διακριδὸν καὶ πλείστους, πίνεσθαι τε ἥδιστος ἐστί, ῥέει τε καθαρὸς παρὰ θολεροῖσι, σπόρος τε παρʼ αὐτὸν ἄριστος γίνεται, ποίη τε, τῇ οὐ σπείρεται ἡ χώρη, βαθυτάτη·
而在其余的河流中,博里斯梯尼河是最有益的,它为牲畜提供了最美丽、最易放牧的牧场,并提供极其优质且数量最多的鱼类,饮用时最甘甜,在浑浊的河水旁清澈地流动;在其沿岸,作物的生长状况极佳,而在不播种的土地上,草长得最为茂密。
§4.53.3ἅλες τε ἐπὶ τῷ στόματι αὐτοῦ αὐτόματοι πήγνυνται ἄπλετοι· κήτεά τε μεγάλα ἀνάκανθα, τὰ ἀντακαίους καλέουσι, παρέχεται ἐς ταρίχευσιν, ἄλλα τε πολλὰ θωμάσαι ἄξια.
在其河口,盐自然结晶,数量巨大,并且它提供了用于腌制的无骨大鱼,人们称之为安塔卡伊奥伊,还有许多其他值得惊叹的事物。
§4.53.4μέχρι μέν νυν Γερρέων χώρου, ἐς τὸν τεσσεράκοντα ἡμερέων πλόος ἐστί, γινώσκεται ῥέων ἀπὸ βορέω ἀνέμου· τὸ δὲ κατύπερθε διʼ ὧν ῥέει ἀνθρώπων οὐδεὶς ἔχει φράσαι·
至于到盖洛斯人的土地为止——那是有四十天航程的距离——已知它是从北风的方向流来的;但在此之上的地方,它流经哪些人的土地,没有人能够说明。
φαίνεται δὲ ῥέων διʼ ἐρήμου ἐς τῶν γεωργῶν Σκυθέων τὴν χώρην· οὗτοι γὰρ οἱ Σκύθαι παρʼ αὐτὸν ἐπὶ δέκα ἡμερέων πλόον νέμονται.
然而,它似乎流经荒野,进入农耕斯基泰人的土地;因为这些斯基泰人在它沿岸居住,其范围达十天航程。
§4.53.5μούνου δὲ τούτου τοῦ ποταμοῦ καὶ Νείλου οὐκ ἔχω φράσαι τὰς πηγάς, δοκέω δέ, οὐδὲ οὐδεὶς Ἑλλήνων.
唯独对于这条河和尼罗河,我无法说明其源头,我想,希腊人中也没有任何人能够说明。
ἀγχοῦ τε δὴ θαλάσσης ὁ Βορυσθένης ῥέων γίνεται καὶ οἱ συμμίσγεται ὁ Ὕπανις ἐς τὠυτὸ ἕλος ἐκδιδούς.
博里斯梯尼河流到靠近大海的地方,海帕尼斯河倒入同一个沼泽,与它汇合。
§4.53.6τὸ δὲ μεταξὺ τῶν ποταμῶν τούτων, ἐὸν ἔμβολον τῆς χώρης, Ἱππόλεω ἄκρη καλέεται, ἐν δὲ αὐτῷ, ἱρὸν Δήμητρος ἐνίδρυται· πέρην δὲ τοῦ ἱροῦ ἐπὶ τῷ Ὑπάνι Βορυσθενεῗται κατοίκηνται.
这些河流之间的地带,是陆地突出的一块,被称为“希波劳斯之角”,在它上面建有德墨忒尔的神庙;神庙的对岸,在海帕尼斯河畔,居住着博里斯梯尼人。

词汇与语法注释

  1. 4.53.1τούτῳ — 与格代名词 `τούτῳ` 指代前文作为例外提及的 `Νείλου τοῦ Αἰγυπτίου`(埃及尼罗河)。它与无人称句式 `οὐκ οἷά τε ἐστὶ`(不可能)和不定式 `συμβαλεῖν`(比较)结合,意为“无法将其他任何河流与它(尼罗河)相比”。
  2. 4.53.2παρὰ θολεροῖσι — 由介词 `παρά` 与与格中性(或阳性)复数形容词 `θολεροῖσι`(浑浊的)组成的介词短语。这表达了一种对比,意为博里斯梯尼河在其他浑浊的河流或支流旁依然保持清澈(`καθαρός`)流淌。
  3. 4.53.4γινώσκεται ῥέων — 被动语态动词 `γινώσκεται`(被已知)伴随主格分词 `ῥέων`(流动)作为补充分词。这表示主语(博里斯梯尼河)“被已知”从某个方向“流来”。
  4. 4.53.5οἱ — 爱奥尼亚方言中的第三人称单数与格代名词,相当于雅典方言的 `αὐτῷ`。此处指代主句主语 `ὁ Βορυσθένης`(博里斯梯尼河),用作动词 `συμμίσγεται`(汇合)的与格宾语。

引用这一段

希罗多德, 历史 §4.53.1-4.53.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.53.1-4.53.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。