§4.46.1ὁ δὲ Πόντος ὁ Εὔξεινος, ἐπʼ ὃν ἐστρατεύετο ὁ Δαρεῖος, χωρέων πασέων παρέχεται ἔξω τοῦ Σκυθικοῦ ἔθνεα ἀμαθέστατα.
大流士所征讨的黑海(蓬托斯·埃乌克塞诺斯)沿岸地区,除了斯基泰人以外,在所有土地中拥有最无知的民族。
οὔτε γὰρ ἔθνος τῶν ἐντὸς τοῦ Πόντου οὐδὲν ἔχομεν προβαλέσθαι σοφίης πέρι οὔτε ἄνδρα λόγιον οἴδαμεν γενόμενον, πάρεξ τοῦ Σκυθικοῦ ἔθνεος καὶ Ἀναχάρσιος.
因为在黑海沿岸的民族中,我们无法举出任何一个在智慧上值得称道的民族,除了斯基泰民族和阿纳哈尔西斯之外,我们也未曾听说过有任何博学之人出现。
§4.46.2τῷ δὲ Σκυθικῷ γένει ἓν μὲν τὸ μέγιστον τῶν ἀνθρωπηίων πρηγμάτων σοφώτατα πάντων ἐξεύρηται τῶν ἡμεῖς ἴδμεν, τὰ μέντοι ἄλλα οὐκ ἄγαμαι·
然而,对于斯基泰民族来说,在人类事务中最重要的一个方面,他们做出了在我们所知的所有人中最聪明的发明。 不过,在其他方面我并不赞赏他们。
τὸ δὲ μέγιστον οὕτω σφι ἀνεύρηται ὥστε ἀποφυγεῖν τε μηδένα ἐπελθόντα ἐπὶ σφέας, μὴ βουλομένους τε ἐξευρεθῆναι καταλαβεῖν μὴ οἷον τε εἶναι.
而这最重要的一点是这样被他们设计出来的:任何进攻他们的人都无法逃脱,而当他们自己不想被发现时,要追捕他们也是不可能的。
§4.46.3τοῖσι γὰρ μήτε ἄστεα μήτε τείχεα ᾖ ἐκτισμένα, ἀλλὰ φερέοικοι ἐόντες πάντες ἔωσι ἱπποτοξόται, ζῶντες μὴ ἀπʼ ἀρότου ἀλλʼ ἀπὸ κτηνέων, οἰκήματα τε σφι ᾖ ἐπὶ ζευγέων, κῶς οὐκ ἂν εἴησαν οὗτοι ἄμαχοί τε καὶ ἄποροι προσμίσγειν;
因为对于那些既没有建立城市也没有建立城墙,而是人人随身携带房屋的骑马弓兵,不靠耕作而是靠牲畜生活,且将住所设在车轮之上的民族,这些人怎么可能不是无懈可击、无法接近和交战的呢?